Ancient Greek · ~6 min
Page 62
Joannes Philoponus Phil., De aeternitate mundi 62
Not analysed yet
ἐνέργειαν πρόεισιν, οἷον ὁ οἰκοδόμος· εἰ γὰρ μὴ οἰκοδομῶν πρότερον αὖθις οἰκοδομήσει, ἐκ τῆς τοῦ οἰκοδομεῖν ἕξεως τὴν τῆς οἰκοδομίας ἐνέργειαν προχειρίζεται· ἡ γὰρ ἐκ τῆς προτέρας δυνάμεως εἰς τὴν ἕξιν μετάβασις οὐ ποίησίς ἐστιν, πῆσις δὲ μᾶλλον, καὶ τὸ ἐκ τῆς προτέρας δυνάμεως εἰς τὴν ἕξιν μεταβάλλον πάσχει μᾶλλον, οὐ ποιεῖ, οἷον τὸ παιδίον τὸ δυνάμει γραμματικὸν ἐπειδὰν τὴν ἕξιν τῆς γραμματικῆς τέχνης πορίζηται, πάσχει μᾶλλον ὑπὸ τοῦ διδασκάλου, οὐκ αὐτὸ ποιεῖ εἰς ἕτερον· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. ὥστε, εἰ τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὴν δευτέραν ἐνέργειαν πρόεισιν, τὴν δὲ τοιαύτην ἐκ τῆς ἕξεως πρόοδον κίνησίν φησιν ὁ Πρόκλος, σαφῶς ἄρα τὴν ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν πρόοδον κίνησιν εἶναι καὶ μεταβολὴν ἀποφαίνεται. εἰ δὲ τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον κινεῖται, ἀνάγκη πᾶσα ἤτοι τὴν πρὸ τοῦ ποιεῖν τε καὶ ἐνεργεῖν διάθεσιν κίνησιν εἶναι ἢ αὐτὴν τὴν ποίησιν καὶ ἐνέργειαν ἢ ἄλλην τινὰ διάθεσιν μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν θεωρουμένην· οὐ γὰρ ἔστιν παρὰ ταῦτα. ἀλλ' οὔτε τὴν πρὸ τοῦ ποιεῖν διάθεσιν τοῦ ποιητικοῦ δυνατόν ἐστιν κίνησιν λέγειν, τουτέστιν καθ' ἣν τὴν ἕξιν τοῦ ποιεῖν εἶχεν ἄνευ τῆς ἐνεργείας· ἀκινησία γὰρ μᾶλλον τὸ μὴ ποιεῖν, οὐ κίνησις, ὡς καὶ τῷ Πρόκλῳ δοκεῖ· ‘εἴ τι γὰρ ἀκίνητον’, φησίν, ‘ἐστίν, ἢ οὐδέποτε ποιήσει <ἢ ἀεὶ ποιήσει>‘, ὡς τοῦ μὴ ποιεῖν δηλονότι ἀκινησίας