Ancient Greek · ~5 min
Page 618
Joannes Philoponus Phil., De aeternitate mundi 618
Not analysed yet
γʹ. Ἀλλὰ δὴ καὶ τὸ εἰκόνα γενόμενον τὸν κόσμον αἰωνίου παραδείγματος σῴζειν κατὰ Πλάτωνα τὴν πρὸς ἐκεῖνο ὁμοίωσιν, κἂν ἀρχὴν ἔχοι τοῦ εἶναι, ἐν τῷ ιεʹ κατεσκευάσαμεν ἐξ αὐτῶν τῶν Πλάτωνος πιστωσάμενοι λέξεων, ὡς οὐ τῷ ἀγένητον εἶναι τὸν κόσμον σῴζειν αὐτὸν βούλεται τὴν πρὸς τὸ παράδειγμα ὁμοίωσιν, ἀλλ' ὅτι, ὡς πάντα ἐστὶν τὸν αἰῶνα ἐκεῖνος, οὕτως πάντα τὸν χρόνον ὁ κόσμος· ‘τὸ μὲν γὰρ παράδειγμα’, φησίν, ‘τὸν πάντα αἰῶνά ἐστιν, ὁ δὲ κόσμος τὸν πάντα χρόνον διὰ τέλους γεγονὼς καὶ ὢν καὶ ἐσόμενος’. ὥστε, εἰ μέν τις λέγοι εἶναί τινα χρόνον, ἐν ᾧ μὴ ἔστιν κόσμος, οὗτος οὐ σῴζει τὴν κατὰ Πλάτωνα πρὸς τὸ παράδειγμα τῆς εἰκόνος ὁμοίωσιν· εἰ δὲ χρόνος μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, δηλονότι, κἂν ἀρχὴν τοῦ εἶναι ἔχοι ὁ κόσμος, σῴζει τὴν πρὸς τὸ παράδειγμα ὁμοίωσιν ἐν παντὶ τῷ χρόνῳ ὢν ὡς ἐν παντὶ τῷ αἰῶνι ἐκεῖνο· οὐδὲ γὰρ ὥσπερ ἐπ' ἄπειρον ἔσεσθαι τὸν κόσμον ὁ Πλάτων βούλεται διὰ τὸ μὴ φθείρεσθαι αὐτὸν ἀξιοῦν, οὕτως καὶ γεγονέναι ἐξ ἀπείρου αὐτὸν εἴρηκεν, ὡς ἐν τούτοις ὁ Πρόκλος φησὶν τὴν ἰδίαν ὑπόληψιν ἡμῖν καὶ οὐ τὴν Πλάτωνος ὑφηγούμενος, ἀλλὰ γεγονέναι μὲν αὐτὸν ἀπό τινος ἀρχῆς ἀρξάμενον σαφῶς βοᾷ πρὶν γενέσθαι οὐκ ὄντα, τῷ δὲ εἶναι αὐτοῦ ἢ ἔσεσθαι τέλος οὐ δίδωσιν φυσικώτατα τῇ περὶ τούτων θεωρίᾳ