Ancient Greek · ~6 min
Page 63
Joannes Philoponus Phil., De aeternitate mundi 63
Not analysed yet
οὔσης καὶ οὐ κινήσεως. οὐκ ἄρα ἡ τοῦ ποιεῖν ἕξις ἄνευ τῆς ἐνεργείας κίνησίς ἐστιν. ἀλλ' οὐδὲ μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν δυνατόν ἐστιν κίνησίν τινα ἐννοεῖν· ἄχρονος γὰρ ἡ ἐκ τῆς ἕξεως γίνεται τῆς ἐνεργείας προχείρισις· ἐν γὰρ τῷ αὐτῷ πέρας μέν ἐστιν τοῦ μὴ ποιεῖν, ἀρχὴ δὲ τοῦ ποιεῖν· καθ' ἓν γὰρ καὶ τὸ αὐτὸ νῦν τοῦ μὴ γράφειν εἰ τύχοι παυσάμενος μετέβην ἐπὶ τὸ γράφειν, καὶ ἐπὶ πάντων ὡσαύτως. οὐδεὶς ἄρα χρόνος ἐστὶν μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ ὅλως πάσης ἕξεως καὶ τῆς ἀπὸ τῆς ἕξεως ἐνεργείας· εἰ γάρ τις εἴη χρόνος μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ καθόλου πάσης ἀντιφάσεως, ἐν τούτῳ οὔτε οὐ ποιήσει (πέπαυται γὰρ τοῦ μὴ ποιεῖν) οὔτε ποιήσει (οὔπω γὰρ τοῦ ποιεῖν ἤρξατο)· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ οὔτε ποιήσει οὔτε οὐ ποιήσει· ὅπερ ἐστὶν ἀδύνατον· συναληθεύσει γὰρ ἡ ἀντίφασις. εἰ δὲ μηδεὶς χρόνος ἐστὶν μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ ὅλως τῆς ἕξεως καὶ τῆς <ἐκ> ταύτης προιούσης ἐνεργείας, ἐπεὶ μηδὲ διάθεσίς τις ἑτέρα ἐστὶν μεταξύ, οὐδὲ κίνησις ἄρα οὐδεμία ἔσται μεταξὺ οὐδ' ὅλως μεταβολή· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ, οὐδεὶς δὲ χρόνος μεταξὺ δέδεικται, ὥστε οὐδὲ μεταβολή. οὔτε ἄρα πρὸ τοῦ ποιεῖν οὐδὲ μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν ἐνδέχεται κινεῖσθαι τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον. λείπεται τοίνυν αὐτὴν τὴν ποίησιν εἶναι κίνησιν. εἰ δὲ τοῦτο, ἀεὶ δὲ ποιεῖ κατ'