Ancient Greek · ~5 min
Page 620
Joannes Philoponus Phil., De aeternitate mundi 620
Not analysed yet
γενομένων τοὺς ἀεὶ γινομένους καὶ ἐσομένους συναριθμοίημεν· καὶ πολλαπλασιασθήσεται δὲ τὸ ἄπειρον, εἰ τὴν ἐν ἑκάστῳ γένει ἀπειρίαν τοῖς λοιποῖς προσθήσομεν, τῇ τῶν ἀνθρώπων εἰ τύχοι τὴν τῶν ἵππων καὶ τούτοις τὴν τῶν βοῶν καὶ τούτοις τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ ἔμψυχά τε καὶ ἄψυχα· τούτων δὲ ἕκαστον τῶν ἀδυνατωτάτων ἐστίν. φυσικώτατα οὖν ὁ Πλάτων ἀρχὴν μὲν τῷ χρόνῳ δέδωκεν, βουλόμενος δὲ ἀεὶ εἶναι τὸν κόσμον ἀεὶ ἔσεσθαι καὶ τὸν χρόνον εἴρηκεν· κἂν γὰρ ἐπ' ἄπειρον καὶ ὁ κόσμος γένηται καὶ ὁ χρόνος αὔξηται, ἀεὶ μὲν ὁ μέχρι τοῦ νῦν χρόνος τοῦ ἤδη γενομένου πρὶν τοῦτον ἐνστῆναί ἐστιν μείζων, ἀλλὰ τὸ λαμβανόμενον ἅπαν τοῦ χρόνου καὶ ἐνεργείᾳ ὑποστὰν πεπερασμένον ἐστίν· καὶ τὰ ἐν τῷ πεπερασμένῳ δὲ χρόνῳ γενόμενα ὡσαύτως πεπερασμένα ἐστὶν ἐξ ἀνάγκης· οὕτω γὰρ ἐνδέχεται μόνως μήτε τὸν χρόνον ποτὲ παύσεσθαι μήτε ἐνεργείᾳ γεγονέναι τὸ ἄπειρον, εἰ ἀρχὴν τοῦ εἶναι ἔχει ὁ χρόνος παντὸς τοῦ γενομένου ἀεὶ πεπερασμένου ὄντος. δʹ. Ἀλλὰ δὴ κἂν θεὸν λέγοι τὸν κόσμον ὁ Πλάτων, οὐ διὰ τοῦτο καὶ τὸ ἀμετάβλητον αὐτῷ καὶ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν δίδωσιν· τοὐναντίον γὰρ ἐν τῷ πολιτικῷ οὔτε μεταβολῆς αὐτὸν ἄμοιρον οὔτε τῶν θειοτάτων εἶναι ὡρίσατο· ‘τὸ γὰρ κατὰ τὰ αὐτά’, φησίν, ‘καὶ ὡσαύτως ἔχειν καὶ ταὐτὸν εἶναι τοῖς θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις