Ancient Greek · ~5 min
Page 621
Joannes Philoponus Phil., De aeternitate mundi 621
Not analysed yet
οὐ ταύτης τῆς τάξεως’· ὅθεν, ἐπειδὴ καὶ ὁ οὐρανὸς καὶ ὁ κόσμος σώματος, φησίν, κεκοινώνηκεν, μεταβολῆς ἄμοιρος γενέσθαι διὰ παντὸς ἀδύνατος. καὶ πάλιν ὁ αὐτὸς ἐν Τιμαίῳ ‘τί τὸ ὂν ἀεί, γένεσιν δ' οὐκ ἔχον, τί δὲ τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τὸ δ' αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστὸν γενόμενον καὶ ἀπολλύμενον, ὄντως δ' οὐδέποτε ὄν’· καὶ τὸν κόσμον δ' αἰσθητὸν ὄντα γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε εἶναι. εἰ οὖν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει μόνοις, ἔστιν δὲ ὁ μὲν δημιουργὸς τῶν θειοτάτων (ὡς καὶ Πλάτων φησὶν καὶ Πρόκλῳ δοκεῖ) καὶ διὰ τοῦτο ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ὁ δὲ κόσμος σώματος κεκοινωνηκὼς οὐ ταύτης ἐστὶν τῆς τάξεως (τουτέστιν οὐ τῶν ἀεὶ ὡσαύτως ἐχόντων· τοῦτο γὰρ τοῖς θειοτάτοις μόνοις φησὶν προσήκειν ὁ Πλάτων, τὸ δὲ ὁρατὸν πᾶν γινόμενον εἶναι καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν· ὅθεν ἀδύνατον εἶναι ἀπεφήνατο μεταβολῆς ἄμοιρον εἶναι διὰ παντὸς ἀεὶ τὸν κόσμον), τοῦ ἄρα δημιουργοῦ ἀεὶ ὡσαύτως ἔχοντος τὸν κόσμον ὁ Πλάτων <μὴ> ὡσαύτως ἔχειν διωρίσατο. πῶς οὖν τὰς ἐναντίας τούτοις ἀφῆκε τῷ Πλάτωνι φωνὰς ὁ τοῦ Πλάτωνος διάδοχος ἐναργῶς οὕτως καταψευδόμενος