Ancient Greek · ~6 min
Page 64
Joannes Philoponus Phil., De aeternitate mundi 64
Not analysed yet
αὐτοὺς ὁ θεός, ἀεὶ ἄρα καὶ κινεῖται· ‘εἴ τι γὰρ ἀκίνητόν ἐστιν’, φησίν, ‘ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει, ἵνα μὴ διὰ τὸ ποτὲ ποιεῖν κινῆται’. εἰ οὖν ἀεὶ ποιεῖ, ἡ δὲ ποίησις κίνησις (τοῦτο γὰρ τῆς διαιρέσεως τὸ μόριον λείπεται), ἀεὶ ἄρα ὁ θεὸς κινεῖται. ἡ δὲ κίνησις ἀτελὴς ἐνέργεια καὶ ἐν χρόνῳ· ἀεὶ ἄρα κατ' αὐτοὺς ἐν κινήσει τὸ θεῖον καὶ διὰ τοῦτο ἀτελές τε καὶ χρόνου δεῖται. εἰς αὐτοὺς ἄρα τὸ σοφὸν αὐτῶν περιῆλθεν· τοιοῦτο γὰρ τὸ ψεῦδος ὑφ' ἑαυτοῦ φωρᾶται καὶ περὶ αὑτὸ καταρρεῖ. εἰ τοίνυν μήτε πρὸ τοῦ ποιεῖν μήτε μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν κίνησίς τις θεωρεῖται μήτε αὐτὴ ἡ ποίησις τοῦ θεοῦ κίνησίς ἐστιν, οὐδαμῇ ἄρα οὐδαμῶς ἐνδέχεται κινεῖσθαι τὸν θεὸν ἐκ τῆς τοῦ ποιεῖν ἕξεως τὴν κατ' αὐτὴν ἐνέργειαν προχειριζόμενον. καὶ τί λέγω τὸν θεόν; ἀλλ' οὐδὲ ἄλλο οὐδὲν τῶν ἕξιν τινὰ ἐχόντων εἶτα κατ' αὐτὴν ἐνεργούντων ἀλλοίωσίν τινα καὶ κίνησιν ὑπομένειν ἐνδέχεται διὰ τοῦτο μόνον τὸ ἐκ τῆς ἕξεως τὴν κατ' αὐτὴν ἐνέργειαν προχειρίζεσθαι· οἱ αὐτοὶ γὰρ οὗτοι λόγοι καὶ ἐπὶ πάντων ἁρμόσουσιν, ἔτι δὲ καὶ προϊόντες ἐναργέστερον δείξομεν. δʹ. Ὅτι δὲ οὐ θέμις τὴν ποίησιν τοῦ θεοῦ καὶ ὅλως τὴν ἐνέργειαν κίνησιν ὑποτίθεσθαι αὐτῷ μόνῳ τῷ θέλειν πάντα παράγουσαν καὶ χρόνου ἢ διαστάσεώς τινος εἰς οὐσίωσιν τῶν πραγμάτων μὴ δεομένην, παντὶ δῆλον οἶμαι. οὐδὲ γὰρ πᾶσα ἐνέργεια εὐθὺς