Ancient Greek · ~6 min
Page 65
Joannes Philoponus Phil., De aeternitate mundi 65
Not analysed yet
καὶ κίνησίς ἐστιν· ἐπιπλέον γὰρ ἡ ἐνέργεια τῆς κινήσεως, ὡς Ἀριστοτέλει δοκεῖ. διττὴν γὰρ εἶναί φησιν τὴν ἐνέργειαν, τὴν μὲν τελείαν, τὴν δὲ ἀτελῆ. τὴν μὲν οὖν ἀτελῆ ἐνέργειαν κίνησιν εἶναί φησιν· ἔστιν γὰρ κατ' αὐτὸν ἡ κίνησις ἡ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολή· οὕτως γὰρ αὐτὴν ἐν τῷ τρίτῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως ὡρίσατο, ὅτι ἔστιν ἡ κίνησις ἐντελέχεια τοῦ δυνάμει ὄντος, ᾗ τοιοῦτόν ἐστιν. ἐντελέχειαν δέ φησιν αὐτὴν τὴν τῆς δυνάμεως ἐνέργειάν τε καὶ τελείωσιν. οὕτω μὲν οὖν ἀτελής ἐστιν ἐνέργεια ἡ κίνησις. τελείαν δὲ ἐνέργειάν φησιν εἶναι τὴν ἀθρόαν ἀπὸ τῆς ἕξεως προβολὴν μηδὲν ἀλλοιοτέρας γινομένης τῆς ἕξεως. ἀθρόα δέ ἐστιν προβολὴ ἡ μὴ συμπροϊοῦσα τῇ κινήσει τοῦ χρόνου ἀλλ' ἐν τῷ νῦν γιγνομένη, οἵα ἐστὶν ἡ τοῦ φωτὸς ἐκ τοῦ φωτίζοντος πρόοδος· ἅμα γὰρ τῷ φανῆναι τὸ φωτιστικὸν οἷον τὸ πῦρ ἢ τὸν ἥλιον ἀθρόον πᾶν τὸ ἐπιτήδειον καταλάμπεται. τοιαύτη ἐστὶν καὶ ἡ τῆς ὄψεως ἐνέργεια· ἅμα γὰρ τῷ ἀναβλέψαι ἀχρόνως τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα. ὅθεν οὐδὲ τὰς αἰσθήσεις ὁ Ἀριστοτέλης κινεῖσθαί φησιν ἐν τῇ τῶν αἰσθητῶν ἀντιλήψει. ἀλλ' οὐδὲ ἡ τοῦ νοῦ ἐνέργεια κίνησίς ἐστιν· ἀθρόως γὰρ καὶ ἄνευ τινὸς διαστάσεως τοῦ νοητοῦ θιγγάνει. εἰ οὖν ἡ τούτων ἐνέργεια ἄχρονος καὶ διὰ τοῦτο τελεία καὶ οὐ κίνησις, πῶς ἂν τὴν τοῦ θεοῦ ἐνέργειαν κίνησιν εἰπεῖν τολμήσειεν; εʹ. Καίτοι γε οὐδὲ τὰς ἀτελεῖς ἐνεργείας καὶ ἐν