Ancient Greek · ~6 min
Page 66
Joannes Philoponus Phil., De aeternitate mundi 66
Not analysed yet
χρόνῳ γινομένας κινήσεις καλεῖν τῶν ἐνεργούντων ὁ Ἀριστοτέλης ἠξίωσεν, τῶν πασχόντων δὲ μᾶλλον. ὁ γὰρ οἰκοδομικὸς νοῦς ἢ ὁ διδασκαλικὸς ἐν τῷ οἰκοδομεῖν ἢ διδάσκειν οὐδεμίαν αὐτὸς ἀλλοίωσιν ἢ ὅλως κίνησιν ὑπομένει· εἰλήφθω γὰρ τέλειος ὅ τε οἰκοδόμος καὶ ὁ διδάσκαλος καὶ μὴ τῷ ἀτελὴς εἶναι τῇ συγγυμνασίᾳ διδασκόμενος. εἰ οὖν τοιοῦτος εἴη διδάσκαλος, εἶτα διδάσκει, αὐτὸς μὲν ἀλλοίωσιν ἢ κίνησιν οὐδεμίαν ἐκ τοῦ διδάσκειν ὑπέμεινεν, ἡ μέντοι γε ἐκ τῆς διδασκαλίας κίνησις περὶ τὸν μαθητὴν γέγονεν· οὗτος γάρ ἐστιν ὁ ἀλλοιούμενος καὶ μεταβάλλων ἐκ τοῦ μὴ γινώσκειν εἰς τὸ γινώσκειν. ὁμοίως καὶ ὁ οἰκοδομικὸς νοῦς τέλειος ὢν ἔπειτα κινῶν εἰς τὸ οἰκοδομεῖν τὸ σῶμα οὐδὲν αὐτὸς ἑαυτοῦ ἀλλοιότερος γίνεται, ἡ δὲ κίνησις περὶ τὸ οἰκοδομούμενον θεωρεῖται, φημὶ δὴ τοὺς λίθους καὶ τὰ ξύλα· ταῦτα γάρ ἐστιν τὰ τὴν ἀλλοίωσιν ὑπομένοντα· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. καίτοι γε τούτων ἁπάντων ἡ ἐνέργεια οὐκ ἄχρονος. ἀλλ' ἡ ἀλλοίωσις καὶ ἡ κίνησις περὶ τὸ πάσχον οὐ περὶ τὸ ἐνεργοῦν γίνεται· οὐδεμία γάρ τις διάθεσις ἀλλοιοτέρα οὔτε περὶ τὸν διδασκαλικὸν νοῦν οὔτε περὶ τὸν οἰκοδομικὸν διὰ τὸ διδάσκειν ἢ οἰκοδομεῖν γέγονεν· εἰ γὰρ καὶ τὸ σῶμα κινεῖται, ἀλλ' ὡς ὄργανον, καὶ ἡ κίνησις ἑτέρα καὶ οὐχ ἣν κινεῖται τὰ ὑποκείμενα· κατὰ τόπον γὰρ ἡ τοῦ σώματος κίνησις, ὁ δὲ θεὸς αὐτῷ μόνῳ τῷ θέλειν παράγει τὰ πάντα μηδενὸς ὀργάνου τοῦ συνεργοῦντος δεόμενος. ϛʹ. Ἴσως δ' οὐκ ἄχρηστον καὶ ἐπὶ λέξεως αὐτοῖς