Ancient Greek · ~4 min
Page 67
Joannes Philoponus Phil., De aeternitate mundi 67
Not analysed yet
τούτοις μαρτυροῦντα τὸν Ἀριστοτέλη παραθέσθαι· ἐν γοῦν τῷ τρίτῳ τῆς φυσικῆς ἀκροάσεως ὁρισάμενος τὴν κίνησιν ἐπιφέρει μετὰ βραχέα καὶ ταῦτα ‘ὅτι δὲ τοῦτό ἐστιν κίνησις, ἐντεῦθεν δῆλον· ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται καὶ ἔστιν τοῦτο οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις’· καὶ μετ' ὀλίγα ‘ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν, ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητὸν καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐντελέχεια, ᾗ οἰκοδομητόν, ἡ οἰκοδόμησίς ἐστιν· ἢ γὰρ τοῦτό ἐστιν οἰκοδόμησις ἢ ἡ ἐνεργείᾳ οἰκία· ἀλλ' ὅταν ᾖ οἰκία, οὐκέτι οἰκοδομητόν ἐστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη ἄρα οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι· ἡ δὲ οἰκοδόμησις κίνησίς τις. ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων’. σαφῶς ἄρα διὰ τούτων τὴν οἰκοδόμησιν τελειότητα εἶναί φησιν οὐ τοῦ οἰκοδομικοῦ, τουτέστιν τοῦ οἰκοδόμου, ἀλλὰ τοῦ οἰκοδομητοῦ, τουτέστιν τοῦ οἰκοδομουμένου, ὅπερ ἐστὶν λίθοι καὶ ξύλα. τὸ αὐτό φησιν καὶ ἐπὶ μαθήσεως καὶ ἰατρεύσεως, ὅτι ἡ μάθησις τελείωσίς ἐστιν οὐ τοῦ διδασκάλου οὐδὲ ἡ ἰάτρευσις τοῦ ἰατροῦ, ἀλλὰ τοῦ διδασκομένου καὶ τοῦ ἰατρευομένου, τοῦ λόγου τούτου καὶ ἐπὶ πάσης κινήσεως συντείνοντος. καὶ