Ancient Greek · ~5 min
Page 68
Joannes Philoponus Phil., De aeternitate mundi 68
Not analysed yet
μετ' ὀλίγα δὲ πάλιν ἀπορίαν τινὰ περὶ κινήσεως ἐπιλυόμενος τὰ παραπλήσια ἐπήγαγεν· φησὶν γὰρ οὕτως ‘καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἔστιν ἡ κίνησις ἐν τῷ κινητῷ· ἐντελέχεια γάρ ἐστιν τούτου ὑπὸ τοῦ κινητικοῦ. καὶ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν· δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν· κινητικὸν μὲν γάρ ἐστιν τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν· ἀλλ' ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ’. ὃ δέ φησιν διὰ τούτων, τοιοῦτόν ἐστιν, ὅτι, εἰ καὶ μία οὖσα τυχὸν ἡ οἰκοδόμησις ἐντελέχειά ἐστιν καὶ τοῦ οἰκοδομοῦντος καὶ τοῦ οἰκοδομουμένου, ἀλλ' οὖν ἡ κίνησις οὐκ ἐν τῷ οἰκοδομοῦντί ἐστιν ἀλλ' ἐν τῷ οἰκοδομουμένῳ· τελείωσις γάρ ἐστιν τοῦ οἰκοδομητοῦ ὑπὸ τοῦ οἰκοδομοῦντος γινομένη. τὸ αὐτὸ καὶ ἐπὶ πάσης κινήσεως. δέδεικται ἄρα καὶ ἐκ τῶν Ἀριστοτέλει δοκούντων, ὅτι ἡ ποίησις οὐ τοῦ ποιοῦντός ἐστιν ἀλλὰ τοῦ γινομένου κίνησις. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ τοῦ θεοῦ ἐνέργεια κίνησις, καὶ αὐτοὶ ἂν συνομολογήσαιεν ταῖς τε Ἀριστοτέλους ἀποφάνσεσιν καὶ τοῖς ὑφ' ἡμῶν δεδειγμένοις συνελαυνόμενοι· εἰ γὰρ τὸ δημιουργεῖν κινεῖσθαί ἐστιν, ἀεὶ ἐν κινήσει τὸ θεῖον εἶναι ἀνάγκη αὐτοὺς ὑποτίθεσθαι· ἀεὶ γὰρ κατ' αὐτοὺς δημιουργεῖ. ζʹ. Ὅτι δὲ οὔτε τὸ πρότερον μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον ἀλλοιοῦται ἢ ὅλως κίνησίν τινα ὑπομένει, ἱκανῶς μὲν ὁ λόγος ἀπέδειξεν (εἰ γὰρ δέδεικται, ὡς οὐδείς ἐστιν χρόνος μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ