Ancient Greek · ~5 min
Page 69
Joannes Philoponus Phil., De aeternitate mundi 69
Not analysed yet
ποιεῖν, πᾶσα δὲ ἀλλοίωσις καὶ ὅλως κίνησις ἐν χρόνῳ, οὐκ ἄρα ἀλλοιοῦσθαι τὸν δημιουργὸν ἀνάγκη ἀεὶ μὲν τελείαν τὴν τοῦ δημιουργεῖν ἕξιν ἔχοντα, οὐκ ἐξ ἀιδίου δὲ τὸν κόσμον παράγοντα), οὐδὲν δὲ ἴσως χεῖρον, ὅπερ ἐν ἀρχῇ τοῦ προκειμένου λόγου ἐπηγγειλάμεθα, αὐτὸ δὴ τοῦτο καὶ τὸν Ἀριστοτέλη ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς δεῖξαι διοριζόμενον. καὶ μικρόν γε τὴν ἐκείνου λέξιν ἄνωθεν παραθήσομαι, ἵνα καὶ τὴν τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαίρεσιν, ἣν ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ ἐξεθέμεθα, καὶ δι' αὐτῶν τῶν Ἀριστοτέλους λέξεων τοῖς ἀπείροις παραστήσωμεν· λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς ἐπὶ λέξεως ταῦτα ‘διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας· νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν. ἔστιν μὲν γὰρ οὕτως ἐπιστῆμόν τι, ὡς ἂν εἴποιμεν ἄνθρωπον, ὅτι ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην· ἔστιν δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τὴν γραμματικήν. ἑκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλ' ὁ μὲν ὅτι τὸ γένος τοιοῦτο καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἂν μή τι κωλύῃ τῶν ἔξωθεν· ὁ δὲ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ ἄλφα. ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ' ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβάλλων ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν γραμματικήν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ