Ancient Greek · ~6 min
Page 70
Joannes Philoponus Phil., De aeternitate mundi 70
Not analysed yet
ἐνεργεῖν ἄλλον τρόπον’. τὰ μὲν Ἀριστοτέλους ταῦτα. ἐγὼ δὲ εἰ μὴ τὸ τοῦ λόγου μῆκος ἐξέκλινον, καὶ αὐτῶν τῶν Ἀριστοτέλους ἐξηγητῶν ὑπομνηματικὰς ἐξηγήσεις εἰς τὸ προκείμενον παρετιθέμην ἄν· νῦν δὲ διὰ βραχέων σαφηνίσαι τὴν λέξιν πειράσομαι, ἵνα τὴν τοῦ φιλοσόφου διάνοιαν δήλην τοῖς ἀνηκόοις τῶν τοιούτων λόγων παραστήσω. τὰ μὲν οὖν περὶ τῆς τοῦ δυνάμει καὶ τῆς τοῦ ἐνεργείᾳ διαιρέσεως σχεδὸν ἐκ τῶν ἤδη ἡμῖν προειρημένων ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δῆλα τυγχάνει· ἐπειδὴ γὰρ ἁπλῶς καὶ ἀδιορίστως ἐν τοῖς ἀνωτέρω λόγοις παρεθήκαμεν, πῶς τῷ δυνάμει καὶ τῷ ἐνεργείᾳ ὁ Ἀριστοτέλης ἐχρήσατο (τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν ‘νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν’), τούτου χάριν ἐν αἷς παρεθέμεθα λέξεσιν διαίρεσιν τούτων ποιεῖται. καθ' ἕνα μὲν οὖν τρόπον πάντα ἄνθρωπόν φησιν δυνάμει ἐπιστήμονα καλεῖσθαι, κἂν μήπω τὴν ἕξιν τῆς ἐπιστήμης ἔχῃ, οἷον τῆς γραμματικῆς, κατὰ δεύτερον δὲ τρόπον πάλιν δυνάμει λέγεσθαί φησιν ἐπιστήμονα τὸν τὴν ἕξιν ἤδη εἰληφότα τῆς ἐπιστήμης. ἀλλ' οὐχ ὁμοίως, φησίν, ἑκάτερος τῶν ἀπηριθμημένων ἐπιστήμων ἐστίν, ἀλλ' ὁ μὲν πρότερος, ὅτι τὸ γένος τοιοῦτο· ἐξηγούμενος δέ, τί λέγει τὸ γένος, ἐπήγαγεν ‘καὶ ἡ ὕλη’, τουτέστιν αὐτὸ τὸ τῇ ἐπιστήμῃ ὑποκείμενον, λέγω δὴ τὸ δεκτικὸν αὐτῆς, ὅπερ ἐστὶν ἡ τοῦ ἀνθρώπου φύσις· κοινῶς γὰρ πᾶς ἄνθρωπος δυνάμει ἐπιστήμων λέγεται τῷ πεφυκέναι δέχεσθαι τὴν ἐπιστήμην· νοῦ γὰρ καὶ ἐπιστήμης δεκτικὸς ὁ ἄνθρωπος ἔστιν τε καὶ λέγεται, καὶ τοῦτό ἐστιν τὸ πρότερον δυνάμει καλούμενον. ὁ δὲ