Ancient Greek · ~6 min
Page 8
Joannes Philoponus Phil., De aeternitate mundi 8
Not analysed yet
καὶ ἐν τῇ περὶ οὐρανοῦ ἀποδέδειχεν (ἄπειρον δὲ νῦν λέγω τὸ ἐν μεγέθει κατὰ τὴν ἔκτασιν ἢ ἐν ἀριθμῷ· τὸ γὰρ ἐν δυνάμει ἄπειρον ἀνάγκη πᾶσα ἐν τοῖς κατὰ φύσιν ἀιδίοις εἶναι) καὶ ὑπὸ πάντων συμφώνως ὡμολόγηται. τοῦ δὲ ἀπείρου κατὰ μέγεθος ἢ κατὰ ἀριθμὸν ὑποστῆναι κατ' ἐνέργειαν φύσιν οὐκ ἔχοντος ἀνάγκη πάντως πεπερασμένον εἶναι τὸν τῶν ὄντων ἀριθμόν. τούτου δὲ οὕτως ἔχοντος γελοῖον τὸ ζητεῖν, διὰ τί μὴ πλείονα ὑπέστη· ὅσῳ γὰρ πλείονα τῶν ὄντων ὑποστῆναί τις ὑπόθοιτο, τοῦ ἀπείρου κατ' ἐνέργειαν ἐκβῆναι μὴ δυναμένου οὐδὲν ἧττον ἡ αὐτὴ μενεῖ ἀπορία. ταύτῃ οὖν ἀνάγκη πεπερασμένον εἶναι τὸν τῶν ὄντων ἀριθμόν. κρείττονα δὲ πάλιν τῶν ὄντων οὐ γέγονεν διὰ τὸ δεῖν πάντως ὑφεῖσθαι τοῦ δημιουργοῦ τὰ ὑπ' αὐτοῦ παρηγμένα· ὅσῳ ἂν οὖν τις ὑπόθοιτο κρείττονα ὧν εἰσιν τὰ ὄντα ὑφίστασθαι, τοσούτῳ μᾶλλον λειπομένων αὐτῶν τῆς ὑπὲρ νοῦν τοῦ θεοῦ δυνάμεως οὐδὲν ἧττον τὴν αὐτὴν καταλείπει ἀπορίαν. ὥστε πάλιν ἀνάγκη καὶ τὸ ποιὸν τῶν γενομένων ὥσπερ καὶ τὸν ἀριθμὸν περιγεγράφθαι. εἰ οὖν τὸ μὴ πλείονα ἢ κρείττονα δεδημιουργῆσθαι περὶ τὴν φύσιν τῶν γινομένων ἔχει τὸ αἴτιον καὶ οὐδὲν τοῦτο μειοῖ ἢ τὴν δύναμιν τοῦ θεοῦ ἢ τὴν ἀγαθότητα, ἀκολούθως ἄρα καὶ ἡμεῖς μὴ εἶναι τὸν κόσμον ἀγένητον ὑποτιθέμενοι οὔτε ἀσθένειαν τοῦ δημιουργοῦ οὔτε τὸ μὴ βούλεσθαι ἀεὶ αὐτὸν τὰ ἀγαθὰ παράγειν κατηγοροῦμεν, ἀλλὰ τὴν τῶν γινομένων φύσιν αἰτιώμεθα· ὥσπερ γὰρ τὸ μὴ πλείονα ἢ ἄπειρα δημιουργεῖσθαι διὰ τὸ μὴ δύνασθαι κατ' ἐνέργειαν