Ancient Greek · ~5 min
Page 71
Joannes Philoponus Phil., De aeternitate mundi 71
Not analysed yet
τὴν ἕξιν ἤδη τῆς γραμματικῆς εἰληφὼς οὕτω, φησίν, εἶναι δυνάμει ἐπιστήμων λέγεται, ὡς ἕξοντος αὐτοῦ, ὅταν βούληται, τὴν θεωρίαν τῆς ἐπιστήμης προχειρίζεσθαι, εἰ μή τι κωλύσῃ τῶν ἔξωθεν· διδάξει γὰρ ὁ διδάσκαλος, εἰ μὴ νόσος ἢ ἀπορία μαθητῶν ἢ ἀνεπιτηδειότης κωλύσῃ, ὁμοίως καὶ ὁ οἰκοδόμος οἰκοδομήσει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καὶ τοῦτό ἐστιν τὸ δεύτερον δυνάμει, ὅπερ καὶ πρῶτον ἐνεργείᾳ καλεῖται. οὗτος οὖν ὁ τὴν ἕξιν ἔχων, ὅταν ἤδη διδάσκῃ προχειριζόμενος τὰ θεωρήματα—τοῦτο γὰρ ἐσήμανεν διὰ τοῦ εἰπεῖν ‘τόδε τὸ ἄλφα’, ὡσανεὶ ἔλεγεν τόδε τὸ θεώρημα—, γίνεται ἐντελεχείᾳ ἐπιστήμων κατὰ τὴν δευτέραν καλουμένην ἐνέργειαν. οὕτως οὖν τὴν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ διαίρεσιν ποιησάμενος ὁ Ἀριστοτέλης, ὅτι καθ' ἕξιν ἔχων τὰ θεωρήματα, ἐπειδὰν ἐκ τῆς ἕξεως προχειρίζηται τὴν ἐνέργειαν, οὐ δι' ἀλλοιώσεως τοῦτο ὑπομένει, διὰ τῶν ἑξῆς ἐπήγαγεν· ‘ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι’, φησίν, ‘κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ' ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεως’. ὁ μὲν κατὰ τὸν πρῶτον τρόπον, φησίν, δυνάμει λεγόμενος ἐπιστήμων γίνεται ἐνεργείᾳ ἐπιστήμων, τουτέστιν τὴν ἕξιν τῆς ἐπιστήμης λαμβάνει, διὰ μαθήσεως ἀλλοιωθείς· ἡ γὰρ μάθησις ἀλλοίωσίς ἐστιν· ὃν γὰρ λόγον ἔχει ἐπὶ τοῦ λευκαινομένου ἡ λεύκανσις, τοῦτον ἔχει τὸν λόγον ἐπὶ τοῦ εἰς ἐπιστήμην μεταβάλλοντος ἡ μάθησις. πολλάκις δέ, φησίν, ὁ τοιοῦτος καὶ ἐξ ἐναντίας ἕξεως