Ancient Greek · ~6 min
Page 72
Joannes Philoponus Phil., De aeternitate mundi 72
Not analysed yet
εἰς τὴν ἐναντίαν ἕξιν μεταβάλλει· ὁ γὰρ μανθάνων ἢ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλει διὰ μαθήσεως ἢ ἐκ ψευδοῦς δόξης εἰς ἀληθῆ, ἐναντίον δὲ τῷ ἀληθεῖ τὸ ψεῦδος. τοῦτο δέ ἐστιν καὶ ἡ κυρίως ἀλλοίωσις· ἡ γὰρ ἀλλοίωσις, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ φυσικῇ ἐδίδαξεν, ἐξ ἑτέρου εἴδους ἐστὶν εἰς ἕτερον εἶδος μεταβολή, φθειρομένου μὲν τοῦ ἐξ οὗ ἡ μεταβολή, γινομένου δὲ τοῦ εἰς ὅ, ὥσπερ ἡ λεύκανσις καὶ ἡ θέρμανσις· ὁ μὲν λευκαινόμενος ἐκ μέλανος εἰς λευκὸν μεταβάλλει, ὅπερ ἐστὶν ἐξ εἴδους εἰς εἶδος, φθειρομένου μὲν τοῦ μέλανος, γινομένου δὲ τοῦ λευκοῦ· καὶ θερμοῦ δὲ ὁμοίως καὶ ψυχροῦ εἰς θερμὸν τὴν μεταβολὴν ποιεῖται, φθειρομένου μὲν τοῦ ψυχροῦ, γινομένου δὲ τοῦ θερμοῦ. ἡ δὲ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολὴ καὶ ὅλως ἐκ στερήσεως εἰς εἶδος γενέσει μᾶλλον ἔοικεν οὐκ ἀλλοιώσει. οὕτω μὲν οὖν ὁ κατὰ τὸν πρότερον τρόπον δυνάμει λεγόμενος ἐκ τῆς δυνάμεως εἰς τὴν ἕξιν προέρχεται. ὁ δὲ δεύτερος πῶς (τουτέστιν ὁ τὴν ἕξιν ἔχων, εἶτα τὴν ἐνέργειαν προχειριζόμενος); ἄλλον τρόπον, φησίν, τὴν ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ποιεῖται μετάβασιν· ὁ γὰρ τὴν ἕξιν τῆς αἰσθήσεως ἔχων, οἷον τῆς ὄψεως, καὶ μὴ ὁρῶν ἢ διὰ σκότος ἢ διὰ τὸ μύειν ἢ δι' ἄλλην ἡντιναοῦν αἰτίαν οὐκ ἀλλοιωθείσης τῆς αἰσθήσεως τὴν τοῦ ὁρᾶν προχειρίζεται ἐνέργειαν ἀλλὰ μόνον τοῦ ἐμποδίζοντος ἀφαιρεθέντος· οὐ γὰρ ἐξ ἄλλου εἴδους εἰς ἄλλο εἶδος μετέβαλεν πρότερον μὲν μὴ ἐνεργῶν κατὰ τὴν ὄψιν, ὕστερον δὲ ἐνεργῶν, οὐδὲ ἐκ παντελοῦς στερήσεως εἰς