Ancient Greek · ~5 min
Page 73
Joannes Philoponus Phil., De aeternitate mundi 73
Not analysed yet
εἶδος· εἶχεν γὰρ τὴν τῆς αἰσθήσεως ἕξιν, εἰ καὶ μὴ ἐνεργῇ κατ' αὐτήν. ἄλλος οὖν, φησίν, παρὰ ταῦτα τρόπος ἐστὶν τῆς προόδου τῆς ἐνεργείας ἀπὸ τῆς ἕξεως. πάλιν δ' ὁ αὐτὸς μετ' ὀλίγα φησίν (ἵνα μὴ τὰ μεταξὺ παρατιθέντες μηκύνωμεν τὸν λόγον) ‘θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι—εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν—ἢ ἕτερον γένος ἀλλοιώσεως. διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸ οἰκοδομοῦν, ὅταν οἰκοδομῇ’. ἰδοὺ γυμνῇ τῇ γλώττῃ φησίν, ὅτι τὸ φρονοῦν, τουτέστιν τὸ καθ' ἕξιν τὴν ἐπιστήμην ἔχον, ὅταν φρονῇ, τουτέστιν ὅταν τὴν ἐπιστήμην προχειρίσηται, οὐκ ἀλλοιοῦται οὐδὲ καλῶς ἔχει τὸ τοιοῦτο ἀλλοίωσιν ὀνομάζειν· οὐδὲ γὰρ μεταβολή τις ἐξ εἴδους εἰς εἶδος γέγονεν, ὅπερ ἐπὶ πάσης ἀλλοιώσεως καὶ κινήσεως συμβαίνει, ἀλλὰ μόνον φανέρωσις τῆς ἕξεως. τοῦτο γοῦν αὐτὸ κατασκευάζων ὁ Ἀριστοτέλης προσέθηκεν τὸ ‘εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν’, ὅπερ ἐστὶν ἀπόδειξις ἀναμφίλεκτος τοῦ μὴ εἶναι τὴν ἐκ τῆς ἕξεως τῆς ἐνεργείας προχείρισιν ἀλλοίωσιν· εἰ γὰρ ἡ μὲν ἀλλοίωσις, ὡς εἴρηται, ἐξ ἄλλου εἴδους ἐστὶν εἰς ἄλλο εἶδος μεταβολὴ φθειρομένου μὲν τοῦ προτέρου γινομένου δὲ τοῦ δευτέρου, τὸ δὲ εἰς τὴν ἐνέργειαν τὴν ἑαυτοῦ προϊὸν οὐκ εἰς ἕτερον ἀλλ' εἰς ἑαυτὸ ἐπιδίδωσιν τὸ αὐτὸ μένον, μόνον δὲ τῆς ἕξεως φανέρωσιν διὰ τῆς ἐνεργείας ποιούμενον, οὐκ ἄρα ἀλλοίωσίς ἐστιν