Ancient Greek · ~6 min
Page 74
Joannes Philoponus Phil., De aeternitate mundi 74
Not analysed yet
ἡ τῆς ἐνεργείας προχείρισις οὐδ' ὅλως κίνησις ἢ μεταβολή. εἰ δέ τινι, φησίν, φίλον εἴη καὶ τὸ τοιοῦτο καλεῖν ἀλλοίωσιν, ἕτερον ἂν εἴη τοῦτο γένος ἀλλοιώσεως ὁμώνυμον καὶ οὐ τὸ καθωμιλημένον ἐπὶ τῆς κατὰ ποιὸν μεταβολῆς· ὡς εἴ τις ἀλλοιοῦσθαι λέγει καὶ τὸ ἐν νυκτὶ χρῶμα, ἐπειδὰν τοῦ σκότους ἀναχωρήσαντος ὀφθῇ μὴ ὁρώμενον πρότερον. ἀλλ' οὐ περὶ ὀνομάτων τὸν λόγον ποιούμεθα, ἀλλ' εἰ τῷ ὄντι μεταβολή τις καὶ ἑτεροίωσις εἴδους περὶ τὸ ὑποκείμενον γίνεται, ἐπειδὰν ἐκ τῆς ἕξεως προχειρίζηται τὴν ἐνέργειαν, ὅπερ δέδεικται μὴ ὑπάρχον. εἰ δὲ μὴ ἀλλοίωσις τὸ τοιοῦτο, δηλονότι οὐδὲ κίνησις ὅλως οὐδὲ μεταβολή· τρία γὰρ εἴδη κινήσεων, ἡ κατὰ τόπον, ἡ κατὰ αὔξησιν καὶ φθίσιν, ἡ κατ' ἀλλοίωσιν. ὅτι δὲ οὐδὲ τῶν ἄλλων κινήσεων οὐδεμίαν κινεῖται τὸ ἐκ τοῦ μὴ ποιεῖν τὴν τοῦ ποιεῖν προβάλλον ἐνέργειαν, τί δεῖ καὶ λέγειν; οὔτε γὰρ αὔξεται οὔτε φθίνει οὔτε τὴν ἐκ τόπου εἰς τόπον ποιεῖται μετάβασιν. κατ' οὐδένα ἄρα τρόπον τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον κινεῖται. καὶ ἐν τῷ τρίτῳ δὲ λόγῳ τῆς αὐτῆς πραγματείας καὶ ἐν ἑτέροις τὰ αὐτὰ πάλιν Ἀριστοτέλης ἐπὶ λέξεως ἀποφαίνεται, ἀλλ' αὐτάρκη καὶ τὰ νῦν παρατεθειμένα τοῖς μὴ πάντῃ φιλονείκοις. ηʹ. Τούτων οὖν οὕτω δεδειγμένων πῶς οὐ θαυμάσειεν ἄν τις, ὅπερ ἐν ἀρχῇ ἔλεγον, τῆς τοῦ μεγάλου Πρόκλου περὶ τοὺς λόγους ὀρθότητος; οὕτως ἐναργῶς καὶ τῶν πραγμάτων βοώντων καὶ σχεδὸν ἁπάντων ταῖς