Ancient Greek · ~6 min
Page 75
Joannes Philoponus Phil., De aeternitate mundi 75
Not analysed yet
Ἀριστοτέλους ἀποδείξεσιν συνομολογούντων περί τε τῶν διαφόρων τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ σημαινομένων καὶ ὅτι οὐδεμίαν ἀλλοίωσιν ἢ κίνησιν ὑπομένει τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον, οὐδὲν τούτων ὁ φιλόσοφος λογισάμενος—καίτοι γε οὐκ ἄν τις ἄγνοιαν αὐτῷ τῶν τοιούτων θεωρημάτων προσάπτειν τολμήσειεν—, ἕνα δὲ σκοπὸν θέμενος τὸ ὁπωσοῦν τῇ ἀληθείᾳ τῶν καθ' ἡμᾶς λογίων ἀνθοπλίζεσθαι ὡς δὴ πρὸς ἀπείρους τῶν τοιούτων ἡμᾶς τοὺς λόγους ποιούμενος ἐν μὲν τῷ πρὸ τούτου λόγῳ παρὰ τὴν ὁμωνυμίαν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸν παραλογισμὸν συνέρραψεν, ἐν τούτῳ δὲ τετόλμηκεν εἰπεῖν, ὡς ὅτι τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν (τουτέστιν τὸ ἐκ τῆς ἕξεως τοῦ ποιεῖν τὴν τοῦ ποιεῖν προβάλλον ἐνέργειαν) κίνησιν καὶ μεταβολὴν (τουτέστιν ἀλλοίωσιν) ὑπομένει, ἵν' οὕτως συναγάγῃ, ὅτι ἢ κινεῖσθαι τὸ θεῖον ἀνάγκη (τουτέστιν ἀλλοιοῦσθαι) ἤ, εἰ τοῦτο ἀδύνατον—οὐδεμία γὰρ παρὰ τῷ θεῷ παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα, ὥς που τὰ ἱερά φησιν λόγια—, ἐξ ἀιδίου τὸν κόσμον τῷ εἶναι τοῦ θεοῦ συνυφίστασθαι. εἰ οὖν μὴ διὰ κινήσεως ἡ ἐκ τῆς ἕξεως γίνεται τῆς ἐνεργείας προχείρισις, ἐνδέχεται ἄρα καὶ τοῦ θεοῦ ἀκινήτου πάντῃ καὶ ἀμεταβλήτου μένοντος ποτὲ μὲν εἶναι τὸν κόσμον ποτὲ δὲ μὴ εἶναι. θʹ. Ἀλλ' αὐτό, φησίν, τὸ λέγειν πρότερον μὴ ποιεῖν ὕστερον δὲ ποιεῖν, τουτέστιν πρότερον μὲν τὴν ἕξιν μόνην ἔχειν ὕστερον δὲ μετὰ τῆς ἕξεως καὶ τὴν ἐνέργειαν, τὸ πάντῃ ἀμετάβλητον εἶναι τὸν θεὸν ἀφαιρεῖ-