Ancient Greek · ~6 min
Page 76
Joannes Philoponus Phil., De aeternitate mundi 76
Not analysed yet
ται· οὐ γὰρ ἕξει ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ποτὲ μὲν ποιῶν ποτὲ δὲ μὴ ποιῶν. μάλιστα μὲν οὖν, ὦ θαυμάσιε, ἱκανῶς ἡμῖν καὶ ὁ λόγος ἀπέδειξεν καὶ ἡ τοῦ Ἀριστοτέλους ἐκύρωσε μαρτυρία, ὡς οὐδὲ ἐπὶ τῶν γενητῶν οὐδενὸς μή τί γε ἐπὶ θεοῦ ἀλλοίωσίς ἐστιν οὐδὲ κίνησις ἡ ἐκ τῆς ἕξεως εἰς τὴν δευτέραν ἐνέργειαν πρόοδος· ἡ γὰρ ἀλλοίωσις ἀλλοιότερον ποιεῖ τὸ ὑποκείμενον, ὁ δὲ τελείαν τὴν ἕξιν ἔχων εἶτα ἐνεργῶν οὐδὲν αὐτὸς ἑαυτοῦ ἀλλοιότερος γέγονεν. ἴσως δέ σου ταράττει τὴν ὑπόνοιαν, μᾶλλον δὲ ἀφορμὴν εἰς τὸ παραλογίζεσθαι δίδωσιν τὸ τοὺς παρ' ἡμῖν τὰς ἐπιστήμας ἔχοντας, ἐπειδὰν τὰς ἐνεργείας τῶν ἕξεων προβάλλεσθαι βούλωνται, δεῖσθαι πάντως καὶ τῆς ὀργανικῆς τοῦ σώματος κινήσεως διὰ τὸ μὴ δύνασθαι ἐξ αὐτῆς μόνης τῆς νοήσεως ποιεῖν τὰ οἰκεῖα ἀποτελέσματα καὶ διὰ τοῦτο διάθεσίν τινα ἀλλοιοτέραν ἴσχειν οὐ περὶ τὸ νοητικὸν ἀλλὰ περὶ τὸ ὀργανικόν, λέγω δὴ τὸ σῶμα, καὶ ἐντεῦθεν ὥσπερ τι μορμολύκειον τοῖς μειρακίοις προτείνεις τὸ δεῖν πάντως καὶ ἐπὶ θεοῦ ἀλλοιοτέραν τινὰ διάθεσιν γίνεσθαι, εἰ μὴ ποιῶν πρότερον ὕστερον ποιεῖ. ἀλλ' εἴπερ ὁ θεὸς ἀεὶ τέλειός ἐστιν πάντων δημιουργὸς τῷ ἀεὶ τοὺς λόγους τῶν δημιουργημάτων ὡσαύτως ἔχειν καὶ μόνῳ τῷ θέλειν πάντα ποιεῖν μηδενὸς ὀργάνου εἰς οὐσίωσιν τῶν πραγμάτων δεόμενος, οὐδὲν ἀλλοιότερος αὐτὸς ἑαυτοῦ ποιῶν τε καὶ μὴ ποιῶν γενήσεται· τὰς γὰρ νοήσεις καὶ τοὺς λόγους τῶν ὄντων ἀιδίως κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, καθ' οὓς καὶ δημιουργός ἐστιν, οὐδὲν ἀλλοιότερος ἐκ τοῦ ποιεῖν ἢ μὴ ποιεῖν γινόμενος· ὅλως