Ancient Greek · ~6 min
Page 77
Joannes Philoponus Phil., De aeternitate mundi 77
Not analysed yet
γὰρ οὐδὲ διαφέρειν ἐπὶ θεοῦ ἕξιν τε καὶ ἐνέργειαν λέγειν θεμιτόν· ἔστιν γὰρ ταὐτὸν ἄμφω, περὶ δὲ τὸ μετέχον ἡ διαφορὰ γίνεται· μικρὸν δὲ ἄνωθεν ἀναλαβὼν διά τινος εἰκόνος τὸ λεγόμενον φανερὸν ποιῆσαι πειράσομαι. διττῆς γὰρ οὔσης πάσης ἐπιστήμης, τῆς μὲν ἐν τῇ τῆς ψυχῆς διαθέσει θεωρουμένης, ἥν φαμεν θεωρίαν τε καὶ νόησιν, τῆς δὲ ἐπὶ τὰ ἔξω προϊούσης, ὡς ὅταν ἄλλοις τὰς ἡμετέρας ἐξαγγέλλωμεν νοήσεις, ὁπηνίκα μὲν ἐν τῷ νοεῖν μόνον καὶ θεωρεῖν τὰς ἐπιστήμας ἔχωμεν, καθ' ἕξιν αὐτὰς ἔχειν λεγόμεθα, ὁπηνίκα δὲ τὴν τῆς ψυχῆς θεωρίαν ἢ διὰ τῶν συλλαβῶν ἐπὶ τὰ ἔξω προφέρωμεν ὡς ἐπὶ τῶν λογικῶν ἐπιστημῶν, ἣν καὶ διδασκαλίαν καλοῦμεν, ἢ διὰ τῆς τῶν χειρῶν ἐνεργείας ὡς ἐπὶ τῶν πρακτικῶν, τότε κατὰ τὰς ἕξεις ἐνεργεῖν λεγόμεθα. ὥσπερ οὖν ἐπὶ τῶν λογικῶν ἐπιστημῶν εἴ τις γυμνὰς αὐτὰς καθ' αὑτὰς σωμάτων τὰς ἡμετέρας ψυχὰς ἐπινοήσειεν, εἶδεν ἂν αὐτὰς οὐδενὸς οὐκέτι δεομένας ὀργάνου εἰς τὸ ἐκφαίνειν ἀλλήλαις τὰς οἰκείας ἐννοίας, ἀλλὰ γυμνοῖς τοῖς ἀλλήλων προσβαλλούσας νοήμασιν, ὡς μηδεμίαν λοιπὸν αὐτὸ πρὸς ἑαυτὸ διαφορὰν ἴσχειν τό τε καθ' ἕξιν θεωροῦν καὶ τὸ εἰς ἄλλο κατ' ἐκείνην τὴν νόησιν ἐνεργοῦν, τὴν δὲ ἀλλοιοτέραν διάθεσιν περὶ ἄλλο τι τὸ τῶν ἐκείνου νοημάτων ἀντιλαμβανόμενον γινομένην, οὕτω δήπου καὶ εἰ κατὰ τὰς πρακτικὰς θεωρίας δυνατὴ ἦν ἡ ψυχὴ ἄνευ τινὸς ὀργάνου αὐτῇ μόνῃ τῇ νοήσει, ὅταν βούλοιτο, παράγειν τὰ κατὰ τὰς νοήσεις ἀποτελέσματα, οὐδὲν ἂν πάλιν διέφερεν ἡ περὶ τῶν πραγμάτων νόησίς τε καὶ ἕξις τῆς κατ' αὐτὴν ἐνεργείας καὶ πράξεως.