Ancient Greek · ~6 min
Page 78
Joannes Philoponus Phil., De aeternitate mundi 78
Not analysed yet
ἐπεὶ οὖν οὐδενὸς ὀργάνου εἰς οὐσίωσιν τῶν ὄντων ὁ θεὸς ἐπιδέεται, ἀλλ' αὐτῇ μόνῃ τῇ νοήσει, ὅταν ἐθέλῃ, πάντα ὑφίστησιν καὶ οὐδὲν μᾶλλον ἢ ἧττον ἐκ τοῦ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα τὰς νοήσεις τὰς περὶ αὐτῶν ὁ θεὸς ἔχει, ἀκόλουθον ἂν εἴη κατὰ μηδὲν διαφέρειν ἐπὶ θεοῦ ἕξιν τε καὶ ἐνέργειαν. οὐκ ἐπειδὴ δὲ τῇ νοήσει μόνῃ πάντα ὑφίστησιν, τὰς δὲ νοήσεις καὶ τοὺς τῶν ὄντων λόγους πάντων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἤδη διὰ τοῦτο συνυπάρχειν ἐξ ἀιδίου ταῖς νοήσεσιν τοῦ θεοῦ τὰ πράγματα ἀνάγκη· τοῦτο γὰρ ἡμῖν καὶ ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ· οὐ γὰρ ἀβουλήτῳ φύσεως ἀνάγκῃ, ὡς ὁ ἥλιος ἅμα τῷ παρεῖναι φωτίζει καὶ τὸ πῦρ θερμαίνει, οὕτω καὶ ὁ θεὸς ἀνάγκῃ φύσεως ἑκὼν καὶ ἄκων εἰς τὸ εἶναι παράγει τὰ δημιουργούμενα· ὑπέρτερον γὰρ ἀνάγκης ἁπάσης τὸ πάντων αἴτιον. ὅθεν οὐ πάντως ἅμα τῇ περί τινος τοῦ θεοῦ νοήσει καὶ τὸ νοούμενον εἶναι ἀνάγκη. εἰδέναι γὰρ καὶ τὰ μέλλοντα καὶ μήπω ὄντα τὸν θεὸν ὡμολόγηται, οἷον πόσαι τε καὶ ποῖαι ψυχαὶ αὖθις τὸν μετὰ σωμάτων τοῦτον βίον ἐμπολιτεύσονται καὶ ποῖον ἑκάστη βίον αἱρήσεται καὶ τίνα τῇ ἑκάστης αἱρέσει παρὰ τῆς ἀπαραλογίστου προνοίας ἕψεται· καὶ ὁ μέλλων δὲ χρόνος ἤδη τῇ προγνώσει αὐτῷ τῷ τοῦ χρόνου δημιουργῷ πάρεστιν· καὶ αἱ τῶν οὐρανίων δὲ σωμάτων ἐσόμεναι περιφοραὶ καὶ τίνες ἐν τίνι χρόνῳ αἱ πρὸς ἀλλήλας αὐτῶν ἔσονται σχέσεις (ἄλλοτε γὰρ ἄλλη τῶν ἄστρων ἡ πρὸς ἄλληλα γίνεται σχέσις) τῇ προγνώσει δηλονότι τοῦ θεοῦ ἀμερῶς συνειλημμέναι εἰσίν· οὐ γὰρ ἀγνοήσει ταῦτα, ὧν αὐτός ἐστιν ἀμέσως ὁ θεὸς δημιουργός. εἰ οὖν τὰ