Ancient Greek · ~6 min
Page 79
Joannes Philoponus Phil., De aeternitate mundi 79
Not analysed yet
μέλλοντα πρὶν γενέσθαι τῇ νοήσει τοῦ θεοῦ προείληπται, τὰ δὲ μέλλοντα οὔπω ἔστιν, ἐπεὶ οὐδ' ἂν μέλλοντα ἦν, οὐκ ἄρα ἅμα τῇ περί τινος τοῦ θεοῦ νοήσει καὶ αὐτὸ ὑπάρχειν ἀνάγκη. ὥστε ἀεὶ μὲν τὸ ἐνεργὲς καὶ παντέλειον οἱ ἐν τῷ θεῷ δημιουργικοὶ τῶν ὄντων ἔχουσι λόγοι, ὡς δέδεικται, παράγει μέντοι καὶ οὐσιοῖ ἕκαστον ὁ θεός, ὅταν θέλῃ, μόνῳ τῷ βούλεσθαι παράγων ἅπαντα, ἐθέλει δέ, ὅταν ἀγαθὸν ᾖ τοῖς γιγνομένοις τὸ γίγνεσθαι, ἀγαθὸν δὲ πάντως τὸ κατὰ φύσιν, κατὰ φύσιν δὲ τοῖς γιγνομένοις ἐστὶν τὸ μὴ συναϊδίοις εἶναι τῷ παράγοντι, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, εἰ μὴ καὶ τὸ ποτὲ μὲν ἐθέλειν ποτὲ δὲ μὴ θέλειν ἀλλοίωσιν εἶναι φήσουσιν· εἰ δὲ τοῦτο ἀλλοίωσις, λήσουσιν ἑαυτοὺς ἀεὶ ἐν τῷ ἀλλοιοῦσθαι τὸν θεὸν ὑποτιθέμενοι. ιʹ. Πότερον γὰρ τῶν μερικῶν ἕκαστον οἷον Σωκράτην καὶ Πλάτωνα βούλεται εἶναι ὁ θεὸς ἀίδιον ἢ οὔ, ἀλλὰ ποτὲ μὲν εἶναι τούτων ἕκαστον βούλεται, ποτὲ δὲ μὴ εἶναι; ἀλλὰ δῆλον, ὡς οὐ βούλεται τὰ μερικὰ εἶναι ἀίδια· ἦν γὰρ ἂν πάντως ἀίδια, εἴπερ ἠβούλετο. οὐκοῦν ἕκαστον τῶν μερικῶν ποτὲ μὲν βούλεται εἶναι, ποτὲ δὲ οὐ βούλεται εἶναι. εἰ δὲ τοῦτο, ἀεὶ ἐν ἀλλοιώσει ἐστίν· εἰ γὰρ τὸ τὸ αὐτὸ ποτὲ μὲν θέλειν εἶναι ποτὲ δὲ μὴ θέλειν ἀλλοιοῦσθαί ἐστιν, τὴν δὲ Σωκράτους εἰ τύχοι ψυχὴν ποτὲ μὲν οὐκ ἠβούλετο ὁ θεὸς εἶναι εἰς τὸ αὐτοῦ τοῦ Σωκράτους σῶμα, ἐπεὶ μήτε ἀίδιος ἦν ὁ Σωκράτης, ποτὲ δὲ ἠβουλήθη,