Ancient Greek · ~6 min
Page 80
Joannes Philoponus Phil., De aeternitate mundi 80
Not analysed yet
ὅτε αὐτὴν τῷ Σωκράτους συνέδησεν σώματι, καὶ πάλιν οὐκ ἠβουλήθη, ὅτε ἔλυσεν αὐτὴν ἐκ τοῦ σώματος, δηλονότι ἀλλοίωσιν κατ' αὐτοὺς ὁ δημιουργὸς ὑπέμεινεν τὸ αὐτὸ ποτὲ μὲν θέλων ποτὲ δὲ μὴ θέλων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν μερικῶν. εἰ οὖν ἀεὶ τὰ μερικὰ ἄλλα μὲν γίνεται, ἄλλα δὲ φθείρεται, ἀεὶ δηλονότι θέλει τινὰ μὲν εἶναι τινὰ δὲ μὴ εἶναι. τοῦτο δὲ μεταβολὴ κατ' αὐτοὺς καὶ ἀλλοίωσις. ἀεὶ ἄρα κατ' αὐτοὺς ἐν ἀλλοιώσει ὁ θεὸς ἔσται. οὐ γὰρ δή γε φήσουσιν, ὅτι οὔτε θέλει αὐτὰ γίγνεσθαι οὔτε οὐ θέλει μὴ γίγνεσθαι· συναληθεύσει γὰρ ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. καὶ ἄλλως· εἰ οὐ θέλει γίγνεσθαι, πῶς γίγνονται; εἰ δὲ οὐ θέλει μὴ γίγνεσθαι, θέλει πάντως γίγνεσθαι· ἡ γὰρ ἐκ μεταθέσεως ἀπόφασις ἰσοδυναμεῖ τῇ ἁπλῇ καταφάσει· ἄλλως τε εἰ μὴ ἤθελεν αὐτὰ γίνεσθαι, πῶς κατὰ τὸν Πλάτωνος Τίμαιον τοῖς οὐρανίοις ἐκέλευεν τρέπεσθαι ἐπὶ τῇ τῶν θνητῶν ζῴων δημιουργίᾳ καὶ οὐ μόνον ἐκέλευεν ἀλλὰ καὶ δύναμιν αὐτοῖς εἰς τὸ ποιεῖν ἔδωκεν; ἀλλὰ δὴ καὶ εἰ τὸ προνοεῖν τῆς δημιουργικῆς ἐστιν αἰτίας, ἡ δὲ πρόνοια πρὸς τὸ συμφέρον ἢ συνδεῖ τοῖς σώμασιν τὰς ψυχὰς ἢ λύει αὐτὰς ἀπὸ σωμάτων, πρόδηλον, ὡς ποτὲ μὲν αὐτὰς εἶναι βούλεται μετὰ τῶν σωμάτων, ποτὲ δὲ χωρίζεσθαι τῶν σωμάτων. τοῦτο δέ, ὡς τοῖς σοφοῖς δοκεῖ, ἀλλοίωσίς ἐστιν. ἀεὶ ἄρα ἐν ἀλλοιώσει τὸ θεῖον κατὰ αὐτούς. εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα τὸ ποτὲ μὲν εἶναι θέλειν ποτὲ δέ τι μὴ θέλειν ἀλλοίωσίς ἐστιν· θέλει γὰρ ἀεὶ τὸ ἀγαθόν, μᾶλλον δὲ αὐτό ἐστιν ἀγα-