Ancient Greek · ~5 min
Page 9
Joannes Philoponus Phil., De aeternitate mundi 9
Not analysed yet
ὑποστῆναι τὸ ἄπειρον συμβαίνει, οὕτω φημὶ καὶ τὸν κόσμον μὴ δύνασθαι ἐξ ἀιδίου τῷ θεῷ συνυπάρχειν, ἵνα μὴ πάλιν κατ' ἐνέργειαν δῶμεν τὸ ἄπειρον ὑφίστασθαι καὶ διεξιτητὸν ποιήσωμεν τὸ ἄπειρον· ἐξ ἀιδίου γὰρ τοῦ κόσμου ὑπάρχοντος ἀνάγκη που πάντως ἦν καὶ τῶν ἄνωθεν ἕως νῦν ἐν τῷ κόσμῳ γενομένων τὸν ἀριθμὸν—ἀνθρώπων φημὶ ἢ φυτῶν ἢ τῶν λοιπῶν ἑκάστου εἴδους ἀτόμων—ἄπειρον γεγονέναι κατ' ἐνέργειαν· εἰ γὰρ πεπερασμένον τις ὑπόθοιτο τῶν γενομένων ἀνθρώπων ἢ φυτῶν ἤ τινων ἄλλων ἀτόμων τὸν ἀριθμόν, ἐπειδὴ ἕκαστον αὐτῶν ἐν πεπερασμένῳ χρόνῳ τὸ εἶναι ἔσχεν, καὶ τὸν ἅπαντα χρόνον πεπεράσθαι ἀνάγκη· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν. ἐπεὶ οὖν ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ὁ γενόμενος χρόνος ἄπειρός ἐστιν κατ' ἐνέργειαν, ἀνάγκη δήπου καὶ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ γενόμενα ἄτομα ἐνεργείᾳ ἄπειρα εἶναι κατ' ἀριθμόν· ὥστε συμβήσεται ἄπειρον ἀριθμὸν ἐνεργείᾳ ὑποστῆναί τε καὶ συμβεβηκέναι τοῦ κόσμου ἀγενήτου ὄντος. ὅτι δὲ κατ' οὐδένα τρόπον ἐνεργείᾳ ὑποστῆναι τὸ ἄπειρον ἐνδέχεται οὔτε ἀθρόον ὑφιστάμενον οὔτε κατὰ μέρος γινόμενον, ἐν ἑτέρῳ μὲν προϊόντες θεοῦ διδόντος ἐντελέστερον δείξομεν, ἐπειδὰν πάσας τὰς περὶ τοῦ ἀίδιον εἶναι τὸν κόσμον ἀπορίας ἐλέγξαντες αὐτοὶ λοιπὸν ἐφ' ἑαυτῶν κατασκευάζομεν, ὡς οὐκ ἐνδέχεται αὐτὸν εἶναι ἀίδιον, παραθήσομαι δὲ καὶ αὐτὸν τὸν Ἀριστοτέλη ἐπὶ λέξεως αὐτὸ τοῦτο κατασκευάζοντα,