Ancient Greek · ~6 min
Page 81
Joannes Philoponus Phil., De aeternitate mundi 81
Not analysed yet
θότης. ἡ δὲ τῶν γενητῶν φύσις, ὡς τοῖς γενητοῖς ἐστιν δυνατόν, τῆς ἐκεῖθεν τοῦ ἀγαθοῦ ἀπορροίας μετέχει. εἰ οὖν τὸ τόδε τι θέλειν πρὸς τὴν χρείαν τῶν εὐεργετουμένων γιγνόμενον οὐκ ἀλλοίωσιν περὶ τὸ θεῖον ἐργάζεται, τὴν δὲ δημιουργικὴν δύναμιν ἀεὶ ὡσαύτως ἔχει ὁ θεὸς καὶ αὐτῷ μόνῳ τῷ θέλειν εἰς οὐσίωσιν παράγει τὰ πάντα, οὐδεμία ἄρα ἀλλοίωσις περὶ τὸν θεὸν νοηθήσεται ἐκ τοῦ ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν· ἀεὶ γὰρ θέλει τὰ ἀγαθά. εἴτε οὖν ποιεῖ τι εἴτε μὴ ποιῇ, τοῦτο πάντως ἀγαθόν· οὕτω γὰρ ἀγαθύνει ἕκαστον τῶν γενομένων, ὡς ἡ τῶν γενητῶν ἐπιδέχεται φύσις. μία οὖν καὶ ἁπλῆ ἡ τοῦ θεοῦ βούλησις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα· ἀεὶ γὰρ τὸ ἀγαθὸν βούλεται. περὶ δὲ τὰ μετέχοντα ταύτης ἡ μεταβολὴ θεωρεῖται καὶ ἡ ἀλλοίωσις· ὥσπερ ἀμέλει μία μὲν καὶ ἁπλῆ ἡ τοῦ ἡλίου δύναμις, εἴτε τὴν φωτιστικήν τις θέλει λέγειν εἴτε τὴν θερμαντικήν, οὐδετέρας δὲ τὰ μετέχοντα ὁμοίως μετέχει οὐδὲ ἕκαστον ἀεὶ τῆς αὐτῆς ὁμοίως· ἄλλως γὰρ νυκτερὶς καὶ ἄνθρωπος, ἄλλως καὶ ὁ αὐτὸς νοῦς, ὥστε τὰς ὄψεις καὶ ὑγιαίνων ἐν φωτί τε κατὰ τὸ συνεχὲς διάγων καὶ ἐξ ἀφωτίστων ἀθρόως ἐπὶ τοὺς τῷ φωτὶ καταλαμπομένους μεθιστάμενος τόπους. οὔκουν ἡ τῶν μετεχόντων μεταβολὴ καὶ ἀλλοίωσις ἑτεροίωσίν τινα γίνεσθαι περὶ τὸ ποιοῦν ὑπονοεῖν ἡμᾶς ἀναγκάσει. εἰ δὲ μὴ ἀλλοιοῦται μὴ ποιῶν ὁ θεὸς εἶτα ποιῶν, οὐδ' ἄρα χρόνου εἰς τὸ ποιεῖν δεηθήσεται ἅμα τῷ βούλεσθαι πάντα παράγων.