Ancient Greek · ~6 min
Page 82
Joannes Philoponus Phil., De aeternitate mundi 82
Not analysed yet
αιʹ. Τούτου δεδειγμένου κἀκεῖνο διὰ τούτων λέλυται τὸ συνεχῶς εἰς ἐξαπάτην τοῖς μειρακίοις παρὰ αὐτῶν προτεινόμενον, ὡς, <εἰ> μὴ ἀεὶ ὁ κόσμος εἴη, πρὶν γενέσθαι τὸν κόσμον δυνάμει ἦν ὁ θεὸς δημιουργός, πᾶν δὲ τὸ δυνάμει ἀτελές, ὥστε καὶ ὁ θεὸς ἀτελὴς πρὶν δημιουργήσει, τέλειος δὲ τότε γέγονεν, ὅτε καὶ δεδημιούργηκεν· πᾶν γὰρ τὸ ἐνεργείᾳ, φασίν, τελειότερόν ἐστιν τοῦ δυνάμει· αὐτὸ γὰρ δὴ τοῦτο ἡμῖν καὶ ὁ σοφὸς Πρόκλος ἐνταῦθα ᾐνίξατο, δι' ὧν φησιν ‘ἵνα μὴ κινούμενον ἀτελὲς ᾖ πρότερον ὕστερον δὲ τέλειον’ καὶ πάλιν ‘κινούμενον δὲ λέγων καὶ οὐκ ἀκίνητον οὐκ ἀεὶ λέγει τέλειον ἀλλὰ ποτὲ καὶ ἀτελῆ’· καὶ ἐν τῷ λόγῳ δέ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπὸ Ἀριστοτέλους ἀντειρημένων’, ταὐτὰ κατὰ λέξιν φησὶν ὁ Πρόκλος ‘ὄντος ἀεὶ τοῦ ποιοῦντος ἀεὶ καὶ τὸ γινόμενον ἔστιν ὑπὸ τοῦ ἀεὶ ποιοῦντος γιγνόμενον· ἢ γὰρ οὐδὲ θεὸς ἀεὶ ποιεῖ, ἢ ἐκεῖνος μὲν ἀεὶ ποιεῖ, τὸ δὲ πᾶν οὐκ ἀεὶ γίνεται, ἢ καὶ ἐκεῖνος ἀεὶ ποιεῖ καὶ τὸ πᾶν ἀεὶ γίνεται. ἀλλ' εἰ μὲν οὐκ ἀεὶ ποιεῖ ὁ θεός, δηλονότι δυνάμει ἔσται ποιῶν καὶ αὖθις ἐνεργείᾳ καὶ ἀτελὴς δημιουργὸς καὶ χρόνου δεόμενος. εἰ δὲ ἐκεῖνος ἀεὶ ποιεῖ, τὸ δὲ πᾶν γίνεται ποτέ, ἀδύνατον· ὅταν γὰρ ᾖ τὸ ποιοῦν ἐνεργείᾳ, καὶ τὸ γιγνόμενον γίνεται ἐνεργείᾳ. ἄμφω ἄρα ἀεὶ τὸ μὲν γίνεται τὸ δὲ ποιεῖ’. καὶ πῶς ἀτελὲς πώποτε, ὦ σοφώτατε, τὸ μηδεμίαν ἀλλοίωσιν ὑπομένον, εἴτε δημιουργοίη εἴτε μή, ὡς δέδεικται; τί γὰρ αὐτὸς