Ancient Greek · ~6 min
Page 83
Joannes Philoponus Phil., De aeternitate mundi 83
Not analysed yet
ἑαυτοῦ τελειότερος ὁ διδάσκαλος διδάσκων τε καὶ μὴ διδάσκων γίνεται ἢ ὁ οἰκοδόμος οἰκοδομῶν τε καὶ μή; σκόπει δὲ τὸν λόγον καὶ τῇδε· ὁ ἥλιος λαμπρόν τι σῶμά ἐστιν καὶ φωτοειδές· ἆρ' οὖν, εἴ τις ὑπόθοιτο τὸ μηδὲν εἶναι τῶν τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως μετεχόντων (οἷον εἰ μὴ διαφανῆ ἦν τὰ οὐράνια σώματα καὶ ὁ ἀήρ, ὥστε δύνασθαι τῆς τοῦ φωτὸς ἀπολαύειν ἐνεργείας), ἀτελὴς ἂν ἦν ὁ ἥλιος; οὐκ οἶμαί γέ τινα φήσειν· οὐ γὰρ ἐν τῇ πρὸς τὰ ἔξω σχέσει αἱ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις τὸ εἶναι ἔχουσιν· λήσομεν γὰρ οὕτω τὸν Ἀναξαγόρου λόγον εἰσάγοντες, ὃς οὐδενὸς εἶναι φύσιν ὡρισμένην ἔλεγεν, ἀλλὰ πάντα ἐν σχέσει τῇ πρὸς ἄλληλα τὸ εἶναι ἔχειν· ἐλήλεγκται δὲ κατὰ τὸ καρτερὸν ὑπό τε Πλάτωνος καὶ Ἀριστοτέλους ἡ τοιαύτη δόξα. εἰ οὖν ἑκάστη οὐσία οὐκ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχει, ἀλλὰ ἀπολελυμένας ἐφ' ἑαυτῆς ἔχει τὰς συμπληρωτικὰς ἑαυτῆς δυνάμεις, δῆλον ἐκ τούτου, ὡς καὶ ὁ ἥλιος τέλειος ἂν ἦν αὐτὸς κατὰ τὴν ἑαυτοῦ οὐσίαν, εἰ καὶ μηδὲν ἦν τῶν τῆς φωτιστικῆς δυνάμεως αὐτοῦ μετεχόντων. οὐκοῦν, εἰ καὶ μετέχοιεν, οὐδὲν μᾶλλον αὐτὸς ἑαυτοῦ κατὰ τὰς συμπληρωτικὰς αὐτοῦ δυνάμεις πλεῖόν τι ἕξει. τὸ αὐτὸ καὶ ἐπὶ τῆς θερμαντικῆς τοῦ πυρὸς δυνάμεως· κἂν γὰρ μὴ ᾖ τι τὸ θερμαινόμενον, οὐδὲν ἧττον τὸ πῦρ τέλειόν ἐστιν κατὰ τὸν οὐσιώδη ἑαυτοῦ λόγον καὶ πάλιν θερμαινομένου τινὸς οὐδὲν μᾶλλον αὐτὸ ἑαυτοῦ τελειότερον ἔσται, ἐπεὶ μὴ ὡς πρός τι