Ancient Greek · ~6 min
Page 84
Joannes Philoponus Phil., De aeternitate mundi 84
Not analysed yet
μήτε τῷ πυρὶ ἡ θερμότης μήτε τῷ ἡλίῳ ἡ φωτοειδὴς ὑπάρχει δύναμις· αἱ γὰρ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις, ὧν ἄνευ οὐκ ἂν τὸ ὑποκείμενον σῴζοιτο, αὐταὶ καθ' αὑτὰς ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρχουσιν· ἐπεὶ καὶ ἐν βυθῷ ὄστρακον τέλειον ἔχει τὸν τοῦ χρώματος λόγον, κἂν μηδεμία αὐτοῦ ἀντιλαμβάνεται αἴσθησις. εἰ δὲ ἐπὶ σωμάτων ταῦτα, πῶς οὐ τῷ ὄντι βλάσφημος καὶ διαφερόντως ἀσεβὴς ὁ μηδὲ τοσοῦτον ὑπάρχειν τῇ δημιουργικῇ τῶν ὄντων συγχωρῶν αἰτίᾳ μηδὲ ἀσχέτους αὐτῆς τὰς οὐσιώδεις δυνάμεις εἶναι βουλόμενος; ὡς γὰρ φύσει καὶ καθ' αὑτὸ θερμὸν τὸ πῦρ καὶ ὁ ἥλιος φωτεινός, θερμαίνει δὲ καὶ φωτίζει ἐν τῇ πρὸς τὰ ἔξω σχέσει, οὕτω δήπου καὶ ὁ θεὸς δημιουργὸς μέν ἐστιν ἀεὶ κατὰ τὴν τῶν δημιουργικῶν λόγων τελείαν ἕξιν (ὡς καὶ ὁ οἰκοδόμος, κἂν μὴ οἰκοδομῇ), δημιουργεῖ δέ, ὅταν ἤδη καὶ ἐπὶ τὰ ἔξω τὴν οἰκείαν προάγει ἐνέργειαν οὐκέτι ὑπὸ ταύτης συμπληρούμενος· οὐ γὰρ κατὰ τὰς ἔξω προϊούσας ἐνεργείας ἀλλὰ κατὰ τὰς οὐσιώδεις δυνάμεις ἕκαστον τῶν ὄντων χαρακτηρίζεται· λογικὸς γὰρ ὁ ἄνθρωπος κατὰ τὴν ἕξιν ἐστὶν καὶ κατὰ τοῦτο τὸ εἶναι ἔχει, οὐ κατὰ τὸ διαλέγεσθαι· κἂν γὰρ μὴ διαλέγηται, λογικὸς οὐδὲν ἧττόν ἐστιν, καὶ ἡ χιὼν ψυχρά, κἂν μὴ ψύχῃ τῷ μὴ παρεῖναι τὸ ψυχόμενον. τὸ αὐτὸ καὶ ἐπὶ πάσης ἐνεργείας. εἰ δὲ προσφιλονεικήσωσιν μὴ ἄλλως τὸν θεὸν τέλειον εἶναι λέγοντες, εἰ μὴ ἐξ ἀιδίου δημιουργοίη τὸν κόσμον, μικρόν τι πυθομένοις ἡμῖν ἀποκρινέσθωσαν.