Ancient Greek · ~6 min
Page 85
Joannes Philoponus Phil., De aeternitate mundi 85
Not analysed yet
βιʹ. Πότερον γὰρ αὔταρκες τὸ θεῖον καὶ αὐτὸ τῆς ἑαυτοῦ δυνάμεώς τε καὶ οὐσίας συμπληρωτικόν ἐστιν ἢ οὔ; εἰ μὲν οὖν οὐκ αὔταρκες, εἰς κεφαλὰς ἄλλων ἡ βλασφημία. εἰ δὲ αὔταρκες καὶ αὐτὸ ἑαυτῷ ἐξαρκοῦν πρὸς τὸ ἀνενδεές τε καὶ τέλειον καὶ οὐδενὸς τῶν ἔξωθεν προσδεόμενον—ἔξω γὰρ παντελῶς τῆς θείας οὐσίας πάντα τὰ ὑπ' αὐτῆς δημιουργικῶς παρηγμένα καὶ πάσης οὐσιώδους σχέσεως τῆς πρὸς αὐτὴν ἠλλοτρίωται—, τέλειος ἄρα ὁ θεὸς αὐτὸς ὑφ' ἑαυτοῦ τελειούμενος, κἂν μηδὲν τῶν δημιουργημάτων ὑπάρχῃ. καὶ ἄλλως· τὸ τέλειον καὶ ἀνενδεὲς τῇ θείᾳ οὐσίᾳ ἢ αὐτόθεν ἐξ αὐτῆς αὐτῇ ἐνυπάρχει παντελῶς μηδεμιᾶς ἔξωθεν ῥοπῆς προσδεόμενον ἢ ἑτέρωθέν ποθεν αὐτῇ ἐπιχορηγεῖται. εἰ μὲν οὖν ἑτέρωθεν, τὸ χορηγοῦν τοῦ χορηγουμένου μακαριώτερον καὶ πολλῷ πρότερον καὶ ἀνενδεέστερον· ἐπεὶ πῶς ἂν ἔδωκεν, ὃ μὴ εἶχεν; τί οὖν τοῦτό ἐστιν; τί δὲ ἄλλο κατ' αὐτοὺς ἢ τὰ δημιουργήματα, ὧν ἄνευ τὸν θεὸν μὴ εἶναι τέλειον λέγειν οὐ φρίττουσιν; εἰ γὰρ οὐκ ἂν ἄλλως τέλειος ὁ θεὸς ὑπάρχῃ, εἰ μὴ καὶ τὰ δημιουργήματα εἴη, τελειωτικὰ ἄρα ἔσται αὐτοῦ τοῦ ποιήσαντος τὰ ποιήματα. οὕτω μὲν οὖν, εἰ μὴ ἐξ αὐτῆς αὐτοῦ τῆς οὐσίας ἀλλ' ἔξωθεν ἐφήκει τῷ θεῷ ἡ τελειότης. εἰ δ' ἔξωθεν μὲν οὐδαμόθεν—τοῦτο γὰρ προῦπτον τοῖς καὶ ὁπωσοῦν σμικρὰς περὶ θεοῦ δόξας ἔχουσιν—, ἐξ αὐτῆς δὲ τῆς οὐσίας ἐφήκει τῷ θεῷ τὸ ἀνενδεές τε καὶ τέλειον, οὐκ ἄλλως δ' ἂν εἴη τέλειος, εἰ μὴ ἀεὶ συνυπάρχῃ αὐτῷ