Ancient Greek · ~6 min
Page 86
Joannes Philoponus Phil., De aeternitate mundi 86
Not analysed yet
τὰ ὑπ' αὐτοῦ παρηγμένα, μέρος ἄρα τῆς θείας οὐσίας πάντα τὰ ὄντα καὶ αὐτὸ δὲ τῶν ὄντων τὸ ἔσχατον ἡ ὕλη· τὰ γὰρ τῶν οὐσιῶν συμπληρωτικὰ μέρη τῶν οὐσιῶν εἰσιν· εἰ γὰρ τὴν μὲν τελειότητα ἐξ αὐτῆς αὐτοῦ τῆς οὐσίας ὑπάρχειν τῷ θεῷ προωμολόγηται, οὐκ ἄλλως δ' ἂν εἴη τέλειος ὁ θεὸς κατὰ τὰς Ἑλληνικὰς ὑποθέσεις, εἰ μὴ ἀιδίως ὁ κόσμος αὐτῷ συνυπάρχῃ, τὰ δὲ τῶν οὐσιῶν συμπληρωτικά τε καὶ τελειωτικὰ μέρη τῶν οὐσιῶν εἰσιν, ὡς τὸ λογικὸν ἀνθρώπου καὶ τοῦ σώματος τοῦ ἡμετέρου ἡ χείρ, ὁ πούς, μέρος ἄρα ὁ κόσμος τῆς τοῦ θεοῦ οὐσίας ἔσται· καὶ τὰ ἑπόμενα αὐτοὶ συναγέτωσαν· οὕτω γὰρ καὶ σῶμα ὁ θεὸς ἔσται καὶ ὅσα τοῖς σώμασιν πρόσεστιν πήσεται. καὶ ἄλλως· εἰ οὐκ ἂν ὑπάρξοι θεῷ ἡ τελειότης μὴ ἐξ ἀιδίου τῶν ὄντων αὐτῷ συνυπαρχόντων, πλέον ἢ δίδωσιν ὁ θεὸς τοῖς δημιουργουμένοις παρ' αὐτῶν ἀντιλήψεται· διδοὺς γὰρ αὐτοῖς τὸ εἶναι ἀντιλαμβάνει παρ' αὐτῶν τὸ τέλειος εἶναι, πολλῷ δὲ κρεῖττον τοῦ ἁπλῶς εἶναι τὸ τέλειος εἶναι. ὥστε δημιουργήσει τὰ ὄντα ὁ θεὸς οὐ διὰ τὴν οἰκείαν ἀγαθότητα ἐφ' ᾧτε εἶναί τινα τὰ μετέχοντα ταύτης, ἀλλ' ὅπως αὐτὸς ἀλύπως τε καὶ ἀνενδεῶς διάγοι τὸ τελειότητος αὐτῷ αἴτιον συνυπάρχον ἔχων, ὥσπερ καὶ ἡμεῖς τυχὸν τῆς οἰκείας ἕνεκεν συστάσεως ποιοῦμεν οἴκους τε καὶ ἐσθῆτας καὶ τὰ τοιαῦτα οὐκ ἐφ' ᾧτε ἐκεῖνα εὐεργετεῖν, ἀλλ' ἑαυτοῖς τὴν ῥᾳστώνην προνοούμενοι. λελήθασιν ἄρα ἑαυτοὺς οἱ σοφοί, δι' ὧν τὸ τέλειον τῷ θεῷ προσάπτειν ἐθέλουσιν, διὰ τούτων ἀτελῆ αὐτὸν κατασκευάζοντες καὶ αὐτὸν ἑαυτῷ μὴ