Ancient Greek · ~5 min
Page 87
Joannes Philoponus Phil., De aeternitate mundi 87
Not analysed yet
ἐξαρκοῦντα πρὸς τελειότητα ἀλλ' ἐνδεᾶ τῶν ὑπ' αὐτοῦ παραγομένων εἰς ὕπαρξιν. ἀλλ' ἴσως ἐρεῖ τις πρὸς ταῦτα ὅτι ‘οὐ φαμὲν συντελεῖν εἰς τελειότητα τῷ θεῷ τὰ ὄντα, ἀλλὰ τὴν ἐνέργειαν τὴν πάντων δημιουργικήν, ἥτις οὐσιωδῶς θεῷ ἐνυπάρχει, ᾗτινι πάντως παρακολουθεῖ τὸ εἶναι τὰ ὄντα’. ἀλλ' οὐδὲν ἧττον καὶ διὰ τούτων τὸ ἄτοπον συναχθήσεται· εἰ γὰρ μὴ ὄντων τῶν γεγονότων ἀτελὴς ἡ ἐνέργεια, ἀτελοῦς δὲ οὔσης τῆς ἐνεργείας οὐ τέλειος ὁ θεός, τὸ ἄρα τέλειον αὐτῷ ἐκ τῶν δημιουργημάτων ἐφήκει διὰ μέσης τῆς ἐνεργείας. ἀλλ' οὐχ αἱ ἐν σχέσει τῇ πρὸς τὰ ἔξωθεν ἐνέργειαι τελειωτικαὶ τῶν ἐνεργούντων ὑπάρχουσιν, ὦ σοφώτατοι· ταύτην γὰρ καὶ ὁ Ἀριστοτέλης οὐκ ἔφη τὸν διδάσκαλον καὶ ὅλως τὸν ἐνεργοῦντά τι ἀλλοιοῦσθαι ἐκ τῆς πρὸς τὰ ἔξωθεν ἐνεργείας· ἐπεὶ τὸ τελειούμενον πάσχει τι καὶ ἀλλοιοῦται, ὁ δὲ ἐνεργῶν οὐδὲν πάθος οὐδὲ ἀλλοίωσιν οὐδεμίαν ὑπομένει, ὡς πολλάκις ἐδείξαμεν. ὥστε οὐδὲ τελειοῦται ὁ διδάσκαλος, ὅταν διδάσκῃ. εἰ δὲ μὴ τὸ διδάσκειν τελειωτικόν ἐστιν τῆς τοῦ διδασκάλου τελείας ἕξεως, οὐδὲ τὸ δημιουργεῖν ἄρα συμπληρωτικὸν ἔσται τῆς τοῦ δημιουργοῦ οὐσίας, ἀλλ' αὐτὴ μόνη ἡ δημιουργικὴ ἕξις καὶ δύναμις, ἵνα μὴ ἐν σχέσει τῇ πρὸς τὰ δημιουργήματα τὸ εἶναι τοῦ θεοῦ ὑπάρχῃ· εἰ γὰρ τὸ δημιουργεῖν συμπληρωτικόν ἐστιν τῆς θείας οὐσίας, τὸ δὲ δημιουργεῖν ἐν σχέσει τῇ πρὸς τὰ δημιουργούμενα τὸ εἶναι