Ancient Greek · ~5 min
Page 88
Joannes Philoponus Phil., De aeternitate mundi 88
Not analysed yet
ἔχει—ὁ γὰρ δημιουργῶν δημιουργουμένων δημιουργὸς ὢν δημιουργεῖ—, ἐν τῇ σχέσει ἄρα τῇ πρὸς τὰ δημιουργήματα τὸ συμπληροῦσθαί τε καὶ τελειοῦσθαι ἡ θεία ἕξει οὐσία. οὕτω δ' ἂν δέοιτο εἰς ὕπαρξιν τούτων, οἷς αὐτὴ τὸ εἶναι δέδωκεν· οὗ τί ἂν ἀσεβέστερον εἰς τὴν περὶ θεοῦ ὑπόληψιν γένοιτο; εἰ οὖν τὸ τοιαῦτα περὶ θεοῦ ἐννοεῖν ἢ λέγειν ἐπέκεινά ἐστιν πάσης ἀσεβείας, εἰς τοῦτο δὲ ἤγαγεν τὸ λέγειν ‘εἰ μὴ ἀεὶ ὁ κόσμος εἴη, πρὶν γενέσθαι τὸν κόσμον ἀτελὴς ἔσται ὁ θεός’, τέλειος ἄρα ὁ θεός, κἂν μηδὲν τῶν ὑπ' αὐτοῦ παρηγμένων ὑπάρχῃ. γιʹ. Σκοπεῖν δὲ καὶ τῇδε ἄξιον. πάντων εἶναι τὸν θεὸν αἴτιον ἀπὸ τῶν πρώτων καὶ μέχρι τῶν ἐσχάτων ἡ περὶ τοῦ μίαν εἶναι τὴν ἀρχὴν τῶν ὄντων πιστεύειν ἀναγκάζει δόξα· ‘περὶ τὸν πάντων γὰρ βασιλέα τὰ πάντα’, φησὶν ὁ Πλάτων, ‘κἀκείνου ἕνεκα πάντα καὶ αὐτὸς αἴτιος πάντων καλῶν’· καὶ πάλιν ὁ αὐτὸς ἀρχήν φησιν καὶ τέλος καὶ μεσότητα τῶν ὄντων τὸν θεὸν περιέχειν· οὐκ ἀγαθόν τε πολυκοιρανίη, εἷς κοίρανος ἔστω, ὡς Ὁμήρῳ τε δοκεῖ καὶ Ἀριστοτέλει· εἰ γὰρ καὶ τινὰ τῶν γινομένων διά τινων μέσων αἰτίων γίνεται, ἀλλ' οὖν γε δῆλον, ὅτι τὸ πάντων μάλιστα αἰτιώτατον τὸ πρῶτόν ἐστιν τῆς ὑποστάσεως αὐτῶν αἴτιον τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρασχόν. ὅτι δὲ τὸ πρῶτον αἴτιον τοῦ