Ancient Greek · ~5 min
Page 89
Joannes Philoponus Phil., De aeternitate mundi 89
Not analysed yet
προσεχοῦς αἰτίου μᾶλλόν ἐστιν αἰτιώτερον, ἐναργὲς μὲν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, εἴπερ, ὡς εἶπον, καὶ τοῖς δευτέροις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις ἐκεῖνο παρέσχεν, οὐδὲν δὲ οἷον καὶ Ἀριστοτέλην παραθέσθαι αὐτὸ δὴ τοῦτο λέγοντα· ἐν γὰρ τῷ ὀγδόῳ τῆς φυσικῆς ἀκροάσεως εἰπών, ὡς ὅτι τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται καὶ ὅτι τὸ κινοῦν ἢ ἀμέσως κινεῖ ἢ διὰ πλειόνων μέσων, ὡς εἴ τις βακτηρίᾳ κινήσει θύραν—ἐντεῦθεν γὰρ τὸ μὲν πρώτως κινοῦν ἐστιν ἡ ψυχή, ἡ δὲ βακτηρία τὸ ἔσχατον· ἡ μὲν γὰρ ψυχὴ κινεῖ τὴν χεῖρα, ἡ δὲ χεὶρ τὴν βακτηρίαν, ἡ δὲ βακτηρία τὴν θύραν—, ταῦτα οὖν εἰπὼν ἐπάγει καί φησιν ὅτι ‘κἀκεῖνα κινεῖν φαμεν, καὶ τὸ τελευταῖον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευταῖον, ἀλλ' οὐ διὰ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ τελευταῖον οὐ κινήσει, ἐκεῖνο δὲ ἄνευ τούτου, οἷον ἡ βακτηρία οὐ κινεῖ μὴ κινοῦντος τοῦ ἀνθρώπου’· καὶ μετ' ὀλίγα πάλιν φησὶν ὁ αὐτὸς ‘δῆλον γάρ, ὅτι κινεῖται ὑπὸ τοῦ ἀνωτέρω κινοῦντος τὸ κινούμενον πᾶν, καὶ μᾶλλον ὑπὸ τοῦ προτέρου τῶν κινούντων’· καὶ πάλιν μετ' ὀλίγα ‘οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐδέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον· τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς