Ancient Greek · ~5 min
Page 90
Joannes Philoponus Phil., De aeternitate mundi 90
Not analysed yet
γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δὲ αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ’. σαφῶς ἄρα διὰ τούτων φησίν, ὡς ὅτι, κἂν πλείονα μέσα ᾖ τὰ κινοῦντα, τὸ μᾶλλον αἰτιώτατον τῆς κινήσεως τὸ πρῶτόν ἐστιν κινήσεως αἴτιον, ὥσπερ ἐφ' οὗ ἔθηκεν ὑποδείγματος· ἡ γὰρ ψυχὴ αἰτιωτέρα ἐστὶν τοῦ κινεῖσθαι τὴν θύραν ἤπερ ἡ βακτηρία· καὶ διὰ τοῦτο εἰκότως τοῦ κινουμένου ἐγγυτέρω εἶναί φησιν τὸ πορρωτέρω κινοῦν, οἷον ἐγγύτερον ἡ ψυχὴ τῆς θύρας ἔτι μᾶλλον ἤπερ ἡ βακτηρία οὐ τῷ τόπῳ ἀλλὰ τῇ δυνάμει καὶ τῷ αἰτίῳ τῆς κινήσεώς ἐστιν. ἐπεὶ οὖν ἡ ψυχὴ τὸ πρῶτον τῆς κινήσεώς ἐστιν αἴτιον, ἐγγυτέρω μᾶλλον εἶναί φησιν τῆς θύρας τὴν ψυχὴν ἢ τὴν βακτηρίαν. ὅπερ δὲ ἐπὶ κινήσεώς φησιν ὁ Ἀριστοτέλης, τοῦτο δηλονότι καὶ ἐπὶ παντὸς αἰτίου ἐστὶν ἀληθές· καὶ γὰρ εἰ καὶ διδάσκαλος διά τινος ὑποκριτοῦ διδάσκοι, αἰτιώτερος τοῦ διδάσκεσθαι μᾶλλον ὁ διδάσκαλός ἐστιν ἢ ὁ τὸν διδάσκαλον ὑποκρινόμενος. καὶ ἐπὶ γενέσεως ὁ αὐτὸς λόγος· τὸ γὰρ πρῶτον τῆς γενέσεως αἴτιον αἰτιώτερόν ἐστιν τῶν προσεχεστέρων αἰτίων· εἰ γὰρ καὶ τῆς γενέσεως αἴτιος ὁ πατήρ, ἀλλ' αἰτιώτερος δηλονότι ὁ θεὸς ὁ τὴν δημιουργικὴν δύναμιν ἐν τῇ φύσει καταβαλλόμενος· καὶ γὰρ εἰ μὴ πρῶτον αἴτιον τὸν δημιουργὸν εἶναι βούλωνται, πάλιν ἐπειδὴ ὁ πρῶτος κατ' αὐτοὺς θεὸς αἴτιός ἐστιν τῷ δημιουργῷ τοῦ εἶναι αὐ-