Ancient Greek · ~5 min
Page 91
Joannes Philoponus Phil., De aeternitate mundi 91
Not analysed yet
τὸν δημιουργόν, ἐκεῖνος καὶ τῆς ὑπάρξεως πάντων αἰτιώτατος ἂν εἴη. τούτων οὖν οὕτω δεδειγμένων ἀνάγκη πᾶσα καὶ τῆς τῶν κατὰ μέρος γενέσεως τὸν πρῶτον θεὸν αἴτιον εἶναι, εἰ καὶ μυρία μέσα αἴτια ὑποθῶνται. καὶ ἐν τῷ δευτέρῳ δὲ λόγῳ αὐτοῦ τοῦ Πρόκλου χρήσεις παρεθέμεθα ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων, ἐν αἷς σαφῶς τὴν δημιουργικήν τε καὶ προνοητικὴν τοῦ θεοῦ δύναμιν μέχρι καὶ τῶν ἐσχάτων καὶ λεπτοτάτων διήκειν ὁ Πρόκλος ἀποφαίνεται· φησὶν γὰρ οὕτως ‘συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν’· καὶ πάλιν ‘ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτον ἀλλὰ καὶ ἕκαστον τῶν καθ' ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι’· καὶ πάλιν ‘οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων ἑκάστου, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτω καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν’. ἐκ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν, ὡς μέχρι τῶν ἀτομωτάτων ἀνάγκη τὴν δημιουργικὴν τοῦ θεοῦ διήκειν <δύναμιν>.