Ancient Greek · ~6 min
Page 92
Joannes Philoponus Phil., De aeternitate mundi 92
Not analysed yet
διʹ. Ἐπεὶ οὖν αἴτιος ὁ θεὸς τοῦ καὶ τὰ μερικὰ καὶ τὰ ἀτομώτατα εἶναι, οἷον Σωκράτην καὶ Πλάτωνα καὶ τόνδε τὸν ἵππον καὶ τόδε τὸ φυτόν, λεγέτωσαν ἡμῖν, πότερον πάντων τῶν ἀτόμων ἀεί ἐστιν ἐνεργείᾳ δημιουργὸς ὁ θεὸς ἢ οὔ. εἰ μὲν οὖν πάντων ἐστὶν ἐνεργείᾳ δημιουργός, πῶς οὐχ ἅμα πάντα πάρεστιν, ἀλλὰ τὰ μὲν ἔφθαρται, τὰ δὲ ὑφέστηκεν, τὰ δὲ μέλλει; τῶν οὖν μελλόντων εἰ μὲν ἐνεργείᾳ ἐστὶν δημιουργός, πῶς οὐ πάρεστιν τὰ μέλλοντα; εἰ δὲ δυνάμει, τὸ δὲ δυνάμει κατ' αὐτοὺς ἀτελές, ἀεὶ ἄρα κατ' αὐτοὺς ἀτελὴς ὁ θεός, εἴπερ ἀεὶ τῶν ἀτόμων τὰ μὲν φθείρεται, τὰ δὲ μέλλει γίνεσθαι. καὶ εἰ κατὰ τὸν σοφὸν Πρόκλον τοῦ κόσμου δυνάμει ὄντος καὶ ὁ τούτου δημιουργὸς δυνάμει ἔσται (ὡς ἐν τῷ τρίτῳ συνελογίσατο ἐπιχειρήματι) καὶ διὰ τοῦτο δεῖται ἑτέρου τοῦ εἰς ἐνέργειαν τοῦτον ἄγοντος καί, εἰ μὲν ὁ δεύτερος ἐνεργείᾳ εἴη, ἀνάγκη καὶ τὸν πρῶτον ἐνεργείᾳ εἶναι δημιουργόν, εἰ δὲ δυνάμει καὶ ὁ δεύτερος, δυνάμει καὶ πάλιν ἄλλου τρίτου δέεσθαί φησιν καὶ τοῦτο ἐπ' ἄπειρον, ἀκόλουθον δήπου πάντως κατὰ τὴν αὐτὴν ὑπόθεσιν ἢ τὸ προσεχὲς τῶν μελλόντων ἔσεσθαι ἀτόμων δυνάμει αἴτιον ἢ καὶ τὸ αἴτιον τοῦ προσεχοῦς αἰτίου δυνάμει εἶναι καὶ οὕτω μέχρι τοῦ πρώτου βαδίζοντες καὶ αὐτὸ δυνάμει λέγειν ἀναγκασθησόμεθα· εἰ γὰρ τὸ πρῶτον αἴτιον ἐνεργείᾳ ἐστὶν τοῦ εἶναι τὸ δεύτερον αἴτιον, καὶ τὸ δεύτερον ἐνεργείᾳ αἴτιον ἔσται, εἰ δὲ τοῦτο, καὶ τὸ τρίτον πάλιν ἐνεργείᾳ αἴτιον ἔσται καὶ οὕτω μέχρι τοῦ ἐσχάτου αἰτίου, ὥσπερ, εἰ καὶ δυνάμει τὸ