Ancient Greek · ~5 min
Page 93
Joannes Philoponus Phil., De aeternitate mundi 93
Not analysed yet
ἔσχατόν ἐστιν οἷον ὁ πατήρ, δυνάμει καὶ τὸ πρῶτον ἐξ ἀνάγκης ἔσται. ἐπεὶ οὖν ἀεί τινα μέλλει γίνεσθαι ἄτομα (ἄνθρωποι λέγω καὶ φυτὰ καὶ τῶν λοιπῶν ἕκαστον), δηλονότι τὸ προσεχὲς αἴτιον τῆς τούτων γενέσεως δυνάμει ἐστὶν αἴτιον· ὥστε καὶ τὸ τοῦ αἰτίου αἴτιον δυνάμει ἔσται καὶ οὕτως μέχρι τοῦ πρώτου. πᾶν δὲ τὸ δυνάμει ἀτελές, ὥς φασιν· ἀεὶ ἄρα κατ' αὐτοὺς τὸ πρῶτον αἴτιον δυνάμει καὶ ἀτελὲς ἔσται· εἰ γὰρ καὶ τῶν γενομένων ἤδη ἐνεργείᾳ ἐστὶν δημιουργὸς ὁ θεός, ἀλλὰ τῶν μελλόντων πάντως δυνάμει ἔσται. ἢ οὖν συγχωρεῖν ἀνάγκη τὸ καθ' ἕξιν δυνάμει τέλειον εἶναι ἢ πάντως ἀεὶ τῶν μελλόντων ὁ θεὸς ἀτελὴς δημιουργὸς ἔσται· ἀεὶ γὰρ τῶν μελλόντων δυνάμει ἔσται δημιουργός. οὐ μόνον δὲ ἐπὶ τῆς τῶν μερικῶν δημιουργίας τοῦτο συμβαίνειν ἀνάγκη ἀλλὰ καὶ ἐπὶ τῆς τῶν καθόλου, ὧν ὁ θεὸς ἀμέσως ἐστὶν δημιουργός· τὸν γὰρ οὐρανὸν καὶ πάντα τὰ εἴδη, ὡς Πλάτων φησίν, ἀμέσως ὁ δημιουργὸς παρήγαγεν· ἐν γοῦν τῷ Τιμαίῳ μετὰ τὴν τοῦ ἀνθρώπου γένεσιν πρὸς τοὺς κατ' οὐρανὸν θεοὺς τούς τε νοητοὺς καὶ αἰσθητοὺς ἥλιόν τε καὶ σελήνην καὶ τοὺς λοιποὺς τοιαῦτα ἄττα ὁ δημιουργὸς διελέξατο. ἔχει δὲ ἡ λέξις ὧδε ‘ἐπειδὴ οὖν πάντες ὅσοι τε περιπολοῦσιν ἀφανῶς καὶ ὅσοι φαίνονται καθόσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ