Ancient Greek · ~5 min
Page 94
Joannes Philoponus Phil., De aeternitate mundi 94
Not analysed yet
θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων’· καὶ μετ' ὀλίγα ‘νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα· τούτων δὲ μὴ γινομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι. δι' ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ' ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν τὴν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ καθόσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω’. εἰ τοίνυν τά τε κατ' οὐρανὸν ἅπαντα καὶ ὅλως τὰ ὡς αὐτοῖς δοκεῖ ἀίδια ταῦτα ἀμέσως ὑπὸ τοῦ δημιουργοῦ παράγεται, πότερον ἀεὶ αὐτὰ παράγει ὁ θεὸς ἢ πέπαυται τοῦ παράγειν ἅπαξ δημιουργήσας αὐτά, τὸ δὲ λοιπὸν διασῴζων καὶ συνέχων; εἰ μὲν οὖν πέπαυται τοῦ παράγειν, πάντως καὶ ἤρξατο· πᾶν γὰρ τὸ παυσόμενον ἀνάγκη πάντως καὶ ἄρξασθαι. εἰ δὲ ἀεὶ δημιουργεῖ—τοῦτο γὰρ αὐτοῖς δοκεῖ, ὡς καὶ ὁ Πρόκλος ἐν τοῖς προλαβοῦσιν πολλάκις ἀπεφήνατο· ἐν γοῦν τῷ τρίτῳ κεφαλαίῳ φησὶν ὅτι ‘εἰ μὲν κατ' ἐνέργειαν ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατ' ἐνέργειαν ἔσται δημιουργούμενον’ καὶ πάλιν ἐν τῷ αὐτῷ ‘ἕπεται καὶ τὰ αἰτιατὰ εἶναι ἀεὶ κατ' ἐνέργειαν καὶ τὸν κόσμον