Ancient Greek · ~6 min
Page 9
Joannes Philoponus Phil., De opificio mundi 9
Not analysed yet
ποτε λύσις τις αὐτῶν γένηται.’ μία μὲν οὖν σημασία τῆς ἀρχῆς, ἐν ᾗ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεὸς αὕτη, ἣ καὶ κυριωτάτη μοι τῶν ἄλλων καὶ ἀληθεστάτη φαίνεται. δεύτερον δὲ σημαινόμενον τίθησι τῆς ἀρχῆς τὸ πρῶτον τοῦ κατασκευάσματος μόριον. οἱ γὰρ θεμέλιοι τῆς οἰκίας καὶ τῆς νεὼς ἡ τρόπις ἀρχή. οὕτως οὖν ἀρχὴν τῶν γενομένων καὶ οἱονεὶ θεμέλιον οὐρανὸν καὶ γῆν ὁ θεὸς προκατεβάλετο. τούτῳ τῷ σημαινομένῳ τῆς ἀρχῆς οἱ τῶν ἐξηγητῶν ἠκολούθησαν πλείονες, ἀλλ' ἐκείνη μὲν ἡ ἀρχὴ χρονική, αὕτη δὲ πραγματειώδης, αὐτοῦ τοῦ γινομένου μέρος ὑπάρχουσα πρῶτον. Ἀρχὴ δέ φησι καὶ τῶν τεχνικῶν ἔργων ἡ τέχνη, καθάπερ δῆλον ὅτι καὶ τῶν φυσικῶν ἡ φύσις. αὕτη δὲ ἡ ἀρχὴ τὸ ποιητικόν ἐστιν αἴτιον. Τέταρτον ἐπὶ τούτοις τῆς ἀρχῆς σημαινόμενόν φησι τὸ τελικόν, ὅπερ ἐστὶ τὸ ἀγαθόν, δι' ὃ γίνεται τῶν γινομένων ἕκαστον, ὡς ὁ οἶκος διὰ τὸ σκέπειν ἡμᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, καὶ τὸ ἱμάτιον διὰ τὸ θάλπειν τε καὶ περιβάλλειν, ἃ μὴ δημοσιεύειν ἐστὶν εὐπρεπές, καὶ ὁ ἄρτος διὰ τὸ τρέφειν καὶ ἁπλῶς εἰπεῖν τὸ ἀγαθὸν δι' ὃ γέγονεν ἕκαστον· δι' αὐτὸ γὰρ τοῦτο καὶ μόνον δημιουργεῖν πεπείσμεθα τὸν θεόν. Ἐπικρίνει δὲ μᾶλλον τὴν χρονικὴν ἀρχὴν τουτέστι τὸ ἀκαριαῖον καὶ ἀμερὲς νῦν ἐν ᾧ θεὸς ὑφίστησιν ἕκαστον. καὶ τὸ δεύτερον δὲ σημαινόμενόν φησι νοεῖν δυνατόν. ὡς γὰρ ὁ θεμέλιος τῆς οἰκίας ἀρχὴ καὶ τῆς νεὼς ἡ τρόπις, οὕτω τοῦ κόσμου παντὸς οὐρανὸν