Ancient Greek
Page 102
Joannes Philoponus Phil., De opificio mundi 102
Not analysed yet
μίαν λάβωμεν ἡμέραν, τὴν δὲ μετὰ τὸ σάββατον νύκτα τρίτην ἡμέραν, ὡς λέγει Θεόδωρος· ἀλλὰ τὸ εὐαγγέλιον εἶπεν μετὰ διαστολῆς ἀκριβοῦς· ‘τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας’, αἵτινες οὐκ ἄλλως δείκνυνται ἢ κατὰ τὸν εἰρημένον ἡμῖν τρόπον. Οὐδ' ἄρα ἐκ τοῦ καιροῦ τῆς τοῦ κυρίου ἀναστάσεως τὸ ζητούμενον αὐτῷ Θεόδωρος ἔδειξεν, ἀλλὰ καὶ ἐκ ταύτης συνέστη τὸ ἀληθές. κβʹ. Ἀπόδειξις ἐκ τοῦ νόμου, ὅτι προηγεῖται τῆς νυκτὸς ἡ ἡμέρα, καὶ περὶ τοῦ καιροῦ πάλιν τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ. Καὶ ἐκ τοῦ νόμου δέ, καθ' ὃν τὸ πάσχα διατετύπωται γίγνεσθαι, ὅτι προϋπάρχει τῆς νυκτὸς ἡ ἡμέρα δειχθήσεται. ἐν τῇ Ἐξόδῳ γὰρ οὕτω φησίν· ‘εἶπεν δὲ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων· ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν. πρόβατον τέλειον ἄρσεν ἐνιαυσιαῖον ἔσται ὑμῖν. ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου· καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. καὶ