Ancient Greek · ~5 min
Page 103
Joannes Philoponus Phil., De opificio mundi 103
Not analysed yet
φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωῒ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ, τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ εἰς τὸ πρωῒ ἐν πυρὶ κατακαύσετε. οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου’. τὸ αὐτὸ καὶ ἐν τῷ Λευιτικῷ γέγραπται· ‘ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀνὰ μέσον τῶν ἑσπερινῶν, πάσχα τῷ κυρίῳ καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ’. Εἰ οὖν σφάζεσθαι μὲν ὁ νόμος κελεύει πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ τὸ πρόβατον, ἐσθίεσθαι δὲ τῇ νυκτὶ ταύτῃ, τουτέστιν τῇ συνημμένῃ τῇ τεσσαρεσκαιδεκάτῃ, πάσχα δὲ τὴν νύκτα ταύτην καλεῖ, τὰ δὲ καταλειπόμενα εἰς τὸ πρωῒ τῆς πεντεκαιδεκάτης πυρὶ κατακαίεσθαι κελεύει, τὴν δὲ νύκτα τοῦ πάσχα, ἐν ᾗ τὸ πρόβατον ἐσθίεται, μὴ τῇ τεσσαρεσκαιδεκάτῃ λογιούμεθα τοῦ μηνός, ἀλλὰ τῇ μετ' αὐτὴν πεντεκαιδεκάτῃ, συμβαίνει τὸ πάσχα μὴ τὴν τεσσαρεσκαιδεκάτην εἶναι, ἀλλὰ τὴν πεντεκαιδεκάτην. ἀλλ' ὁ νόμος οὐδαμοῦ πάσχα καλεῖ τὴν πεντεκαιδεκάτην ἀλλὰ πρώτην τῶν ἀζύμων· διὸ τὰ εἰς τὴν ἕω ταύτης καταλειπόμενα τοῦ