Ancient Greek
Page 110
Joannes Philoponus Phil., De opificio mundi 110
Not analysed yet
ΑΚΥΛΑΣ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τῶν ὑδάτων καὶ ἔστω διαχωρίζον μεταξὺ ὑδάτων εἰς ὕδατα’. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ στερεώματι οὐρανός. ΘΕΟΔΟΤΙΩΝ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔσται διαχωρίζον ἀνὰ μέσον ὕδατος εἰς ὕδατα’. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ στερεώματι οὐρανόν. ΣΥΜΜΑΧΟΣ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ ὑδάτων καὶ ἔστω διαχωρίζον ἐν μέσῳ ὕδατος καὶ εἰς ὕδωρ’. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ στερεώματι οὐρανόν. αʹ. Ὅτι δεύτερος οὐρανός ἐστι τὸ στερέωμα καὶ οὐκ ἐπανάληψις τοῦ πρώτου· καὶ τί ἐστι τὸ ἁρπαγῆναι ἕως τρίτου οὐρανοῦ ὑπὸ τοῦ Παύλου λεχθέν. Ὅτι μετὰ τὸν πρῶτον οὐρανὸν δεύτερον ὁ θεὸς ἐποίησεν τὸ στερέωμα, ὅπερ καὶ αὐτὸ κέκληκεν οὐρανόν, καὶ οὐκ ἔστιν ἐπανάληψις τὰ νῦν τούτου· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’, ἀλλ' ὁμωνύμως ἐκείνῳ καὶ τοῦτον ἐκάλεσεν οὐρανόν, δεδεί-