Ancient Greek
Page 117
Joannes Philoponus Phil., De opificio mundi 117
Not analysed yet
παλαιῶν ὑποθέσεων καὶ τῶν νῦν, καὶ διὰ τί μήτε πλείους μήτε ἐλάττους γεγόνασιν. εἴπερ, ὡς εἰσὶν ὅλως τοσαῦται, δείξειέ τις—ὅπερ ἀδύνατον—καὶ τίς ἡ τοσαύτη κατὰ τὰ τάχη διαφορὰ τῶν ἐν ταῖς πλανωμέναις κινήσεων, τῆς μὲν ἀπλανοῦς διὰ τοῦ ἡμερονυκτίου τὸν ὅλον ἐκπεριερχομένης κύκλον, τῆς δὲ σεληνιακῆς διὰ μηνός· ἐνιαυτῷ δὲ ὁ ἥλιος τὴν ἰδίαν ἐκπεριέρχεται περιφοράν, ἰσοδρομουσῶν αὐτῷ τῆς δὲ Ἑρμαϊκῆς καὶ τοῦ ἑωσφόρου· ἡ δὲ Ἀρεϊκὴ δύο που δεῖται πρὸς ἀποκατάστασιν ἐνιαυτῶν, ἡ δὲ μετ' αὐτὴν Διΐα δέκα καὶ δύο, ἡ δὲ μετ' ἐκείνην, ἣν Κρονίαν φασί, τριάκοντα· σιγῶ τὴν κατὰ Πτολεμαῖον δι' ἐνιαυτῶν ἑκατὸν μίαν κινουμένην μοῖραν, ὡς ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ διὰ τρισχιλίων ἐξανύειν ἐνιαυτῶν. τίς ἂν οὖν τὴν αἰτίαν τούτων εἰπεῖν ἔχοι; οὐδὲ γὰρ τοῦ πλήθους τῶν ἀστέρων, θέσεώς τε αὐτῶν καὶ τάξεως μεγέθους τε καὶ χρωμάτων διαφορᾶς λόγον ἀνθρώπων οὐδεὶς ἀποδώσει ποτέ· μόνον δέ, ὅτι πάντα καλῶς καὶ ὡς ἔδει πεποίηκεν ὁ θεὸς καὶ οὐδὲν ἐλλεῖπον ἢ περιττόν, πιστεύομεν ἅπαντες· ὀλίγων γὰρ κομιδῇ τὰς αἰτίας ἐγνώκαμεν. εἰ οὖν αἰτίαν τῶν φαινομένων εἰπεῖν οὐκ ἔχουσι φυσικήν, μηδὲ ἡμᾶς τῶν μὴ φαινομένων ἐπερωτάτωσαν αἰτίαν. εʹ. Τίς ἡ οὐσία τοῦ οὐρανίου σώματος, καὶ τίνα ἄν τις αὐτὴν ἐκ τῆς Μωϋσέως συλλογίσαιτο κοσμογονίας· καὶ ὅτι Πλάτων Μωϋσεῖ συμπεφώνηκε. Περὶ δὲ τῆς οὐσίας τοῦ στερεώματος Πλάτων μὲν