Ancient Greek · ~5 min
Page 151
Joannes Philoponus Phil., De opificio mundi 151
Not analysed yet
κάτω τῶν ὑδάτων ἄβυσσον ἐπικαλεῖται διὰ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως· ᾧ ἴσον ἐστὶν τό· ‘ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς’· τὸ δέ ‘εἰς φωνὴν τῶν καταρακτῶν σου’ τὸν κτύπον δηλοῖ τὸν γινόμενον ἐκ τῆς τῶν ὑδάτων καταφορᾶς· καταράκτας γὰρ τὸ ἄνωθεν κάτω φερόμενον ὕδωρ ὀνομάζειν εἴωθεν ἡ γραφή, ὡς καὶ ἐπὶ τοῦ κατακλυσμοῦ φησιν· ‘ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταράκται τοῦ οὐρανοῦ ἀνεῴχθησαν’, τό τε κάτωθεν ἐπικλύσαν τὴν γῆν καὶ τὸ ἐκ τοῦ ἀέρος καταφερόμενον ὕδωρ δηλοῦντος τοῦ λόγου· οὐρανὸν γάρ, ὡς ἤδη εἶπον, πολλαχοῦ καὶ τὸν ἀέρα καλεῖ ὡς μέχρις οὐρανοῦ διήκοντα καὶ οἱονεὶ συνημμένον αὐτῷ. Δανιὴλ ὁ προφήτης· ‘καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται’ καὶ πάλιν· ‘καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ βαφήσεται’. καὶ τὸν Ἰακὼβ εὐλογῶν ὁ Ἰσαὰκ οὕτω φησίν· ‘καὶ δῴη σοι κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς’. καὶ ἐν τῷ Δευτερονομίῳ ἐν κατάρᾳ· ‘καὶ ἔσται ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ <ἡ> ὑποκάτω σου σιδηρᾶ· δῴη κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν’ διὰ τούτων τὸ ξηρὸν καὶ ἄνικμον τοῦ τε ἀέρος καὶ τῆς γῆς δηλῶν. καὶ ἐν τῇ Ἐξόδῳ· ‘εἶπεν δὲ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων· λάβετε ὑμῖν πλήρεις τὰς χεῖρας αἰθάλης