Ancient Greek · ~5 min
Page 152
Joannes Philoponus Phil., De opificio mundi 152
Not analysed yet
καμιναίας καὶ πασάτω Μωϋσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραῶ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ· καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. καὶ ἔλαβον τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραῶ, καὶ ἔπασεν αὐτὴν Μωϋσῆς εἰς τὸν οὐρανόν’. καὶ πάλιν· ‘ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα’ καὶ ὁ κύριος πρὸς τοὺς Ἰουδαίους· ‘ὀψίας γενομένης λέγετε· εὐδία, πυρράζει ὁ οὐρανός· καὶ πρωΐας· σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός’. ἄπειρος ἡ τούτου μαρτυρία. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι τὸ ἀπὸ γῆς μέχρις οὐρανοῦ διάστημα ποτὲ μὲν ὁμωνύμως τῷ στερεώματι οὐρανὸν ἡ γραφὴ καλεῖ καὶ στερέωμα· ‘τὰ πετηνὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’, ποτὲ δὲ ὕδωρ καὶ ἄβυσσον διὰ τὸ ὑγρὸν τοῦ ἀέρος καὶ δι' ὅλου μέχρι τοῦ οὐρανοῦ διαφανὲς καὶ τὴν πολλὴν ἀμφοῖν, ὕδατός τε καὶ ἀέρος, συγγένειαν καὶ τὴν εἰς ἄλληλα ῥᾳδίαν αὐτῶν μετάπτωσιν· τοῦτο γὰρ ἅπαν ἅπτεται τοῦ μὲν οὐρανοῦ κατὰ τὸ πέρας ἑαυτοῦ τὸ ἄνω, τοῦ δὲ ὕδατος κατὰ τὸ κάτω· τούτου τοίνυν ἴδιον οὐκ ἔχοντος ὄνομα παρὰ τῷ Μωϋσεῖ, ὃ καλεῖται παρ' Ἕλλησιν ἀήρ, ποτὲ μὲν ἐκ τῆς ἄνω πρὸς τὸν οὐρανὸν συναφῆς οὐρανὸν αὐτὸ καλεῖ—οὕτω γὰρ καὶ παρὰ τῷ ἀποστόλῳ λύσεως