Ancient Greek
Page 153
Joannes Philoponus Phil., De opificio mundi 153
Not analysed yet
ἔτυχε τὸ ἁρπαγῆναι αὐτὸν ἕως τρίτου οὐρανοῦ—ποτὲ δὲ ὕδωρ ὀνομάζει διὰ τὸ κάτω συνῆφθαι τῷ ὕδατι. Ἐξ οὗ πάλιν γίνεται δῆλον, ὅτι τό· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’ τὸ ὕδωρ ἅμα καὶ τὸν ἀέρα διὰ τῆς τοῦ ὕδατος ὀνομασίας συμπεριείληφε. τρία γάρ ἐστι τῶν ζῴων τὰ γένη· τὰ χερσαῖα τὰ ἔνυδρα τὰ ἀέρια· περὶ μὲν οὖν τῶν χερσαίων ‘ἐξαγαγέτω’ φησίν ‘ἡ γῆ ψυχὴν ζῶσαν’, περὶ δὲ τῶν ἐνύδρων ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν’. τοῦ δὲ ἀέρος, ὡς εἶπον, ἰδίου μὴ τυχόντος ὀνόματος παρὰ τῷ Μωϋσεῖ, διττὴν δὲ λαχόντος προσηγορίαν, ὁμωνύμως ἐκ τῶν ἑκατέρωθεν αὐτῷ συνημμένων οὐρανοῦ τε καὶ ὕδατος τὸ μὲν ‘ἑρπετὰ ψυχῶν ζωσῶν ἐξαγαγεῖν τὰ ὕδατα’ ἐπὶ τοῦ κυρίως ὕδατος εἴρηται, τὸ δὲ ‘καὶ πετηνά’ ἐπὶ τοῦ ἀέρος, ὃν ἡ ἐπαγωγὴ σαφῶς ἐδήλωσεν· ‘πετόμενα’ γάρ φησιν ‘ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’. τούτοις ἀκολούθως καὶ ἐν τοῖς ψαλμοῖς διεστάλησαν· ‘τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν’, ἅπερ συνῃρημένως ὕδατά φησι Μωϋσῆς τοῦ Δαυὶδ ἐν τῷ ψαλμῷ ταῦτα διαστείλαντος. ιεʹ. Ὅτι τὴν μεταξὺ τοῦ πρώτου οὐρανοῦ καὶ τοῦ στερεώματος οὐσίαν ὁμωνύμως ὕδωρ ἐκάλεσε Μωϋσῆς. Πολλαχῶς τοίνυν καθ' ὁμωνυμίαν λεγομένου τοῦ ὕδατος οὐ θαυμαστὸν εἰ καὶ νῦν τὴν ἑτέραν αὐτοῦ