Ancient Greek
Page 154
Joannes Philoponus Phil., De opificio mundi 154
Not analysed yet
σημασίαν ὁμωνύμως ὁ λόγος τῷ ὕδατι συμπεριείληφεν· εἰ γὰρ δύο εἰσὶν οὐρανοὶ ἀλλήλων διακεκριμένοι τοῖς τόποις—εἴγε καὶ ὕδατα μεταξὺ τούτων εἶναί φησι Μωϋσῆς—καὶ οὐχ ἁπτόμενοι, καθάπερ τὰς τοῦ δευτέρου σφαίρας ὡς ἑνὸς μέρη οὔσας ἅπτεσθαί φασιν ἀλλήλων, ἀνάγκη πᾶσα τὸ μεταξὺ τῶν δύο οὐρανῶν διάστημα μὴ εἶναι κενόν· οὐδὲν γὰρ οὐδαμῇ τῶν ὄντων ἐστὶ κενόν. οὐκοῦν σῶμα πάντως ἐστίν, ὅπερ Μωϋσῆς ὕδωρ ἐκάλεσεν, ὥσπερ καὶ τὸ μεταξὺ γῆς καὶ τοῦ στερεώματος ἀέρος πεπλήρωται καὶ ὕδατος κοινῶς ὠνομασμένων ὑδάτων ἐν τῷ· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’ διὰ τὸ ὑγρὰν εἶναι καὶ χυτὴν καὶ διαφανῆ τὴν ἀμφοῖν οὐσίαν. ἔοικεν οὖν ἐξ ἀναλογίας τούτων ὁ Μωϋσῆς τὴν οὐσίαν τὴν ἀναπληροῦσαν τὸ μεταξὺ τῶν δύο οὐρανῶν διάστημα ὕδωρ ὁμωνύμως καλέσαι· καὶ δῆλον ὅτι λεπτομερέστατον, ὅτι ποτ' ἂν εἴη, τὴν οὐσίαν ἐστὶ τοῖς τόποις συμφώνως, εἴτε ὑδατῶδες εἴτε ἀερῶδες εἴτε οἷον τὸ ὑπέκκαυμα ὑπάρχει εἴθ' ὅπως οὖν ἄλλως ἔχοι φύσεως. ιϛʹ. Ὅτι τό ‘ἐν μέσῳ τοῦ ὕδατος’ οὐ τοῦ κάτω ὕδατός φησι μεταξύ—πολλὰ γὰρ τούτῳ ὑποπίπτει ἀδύνατα—ἀλλ' ἐν μέσῳ τοῦ τε ἄνω ὕδατος καὶ τοῦ κάτω. Τὸ οὖν ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος’ οὐ μεταξὺ λέγει τοῦ κάτω ὕδατος τὴν τοῦ στερεώματος