Ancient Greek
Page 167
Joannes Philoponus Phil., De opificio mundi 167
Not analysed yet
ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως’ ἐπανείληφεν εὐθύς· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος’· πλὴν ὅτι τοῖς τόποις τῶν ὑδάτων πλεονάζει ἡ ἐπανάληψις, οὓς δυνατὸν ἦν προστεθῆναι τῷ θείῳ προστάγματι· ‘καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον τοῦ ὕδατος, ὅ ἐστιν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος’ καὶ οὐκέτι χρεία τῆς ἐπαναλήψεως ἦν. πάλιν εἰπών· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως’ ἐπανείληφε· ‘καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου’ καὶ τὰ ἑξῆς· καὶ ἐπὶ τῶν πλείστων ὁμοίως εὑρήσεις· τὰ μὲν γὰρ πρῶτά ἐστι τοῦ θείου προστάγματος, τὰ δὲ ἑξῆς σημαντικὰ τοῦ παρ' αὐτὰ καὶ χρόνου χωρὶς εἰς ἔργον ἐκβῆναι τὸ θεῖον βούλημα. ἢ οὖν καὶ ἐν τοῖς ἄλλοις αἱ ἐπαναλήψεις παρέλκουσιν, ἤ, εἰ ἐν τοῖς ἄλλοις ἀναγκαῖαί εἰσι, καὶ ἐπὶ τοῦ προκειμένου τὸ ἀναγκαῖον ἕψεται, εἴτε οὕτω τὰ ἀρχαῖα τῶν ἀντιγράφων εἶχεν, εἴτε οἱ ἑβδομήκοντα καθ' ὁμοίωσιν τῶν ἄλλων τὸ παραπλήσιον εὐλόγως κἀνταῦθα προσέθηκαν, διὰ τὴν τοῦ λόγου σαφήνειαν τό ‘καὶ ἐγένετο οὕτως’ ἐξηγούμενοι.