Ancient Greek · ~5 min
Page 168
Joannes Philoponus Phil., De opificio mundi 168
Not analysed yet
εʹ. Ὅτι οὐ πᾶσαν περιέχει τὴν γῆν ὁ ὠκεανὸς οὐδὲ συνάπτει τῇ Ἐρυθρᾷ, ἀλλὰ πλείονά εἰσι τὰ τῶν ὑδάτων συστήματα. Διὰ τί οὖν τὸ μὲν πρόσταγμα τοῦ θεοῦ εἰς συναγωγὴν κελεύει μίαν, ὁ δὲ Μωϋσῆς ἐπιφέρει ‘καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας’; πῶς γὰρ καὶ μίαν θάλασσαν καὶ πολλὰς εἶναι τὴν αὐτὴν δυνατόν; τί οὖν ἐροῦμεν; Τῶν γεγραφότων τὰς περιόδους τῆς γῆς οἱ μὲν ᾠήθησαν τὸν ὠκεανὸν κύκλῳ περιστέφειν τὴν γῆν ἅπασαν, οἷόν τινα νῆσον αὐτὴν ἐγκολπισάμενον, πλανηθέντες, ὡς Ἀριστοτέλης φησίν, ἐκ τοῦ μὴ καλῶς ἀκοῦσαι τῆς Ὁμήρου ποιήσεως ἐξ ὠκεανοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ εἰς αὐτὸν δύνειν ποιούσης. τοῦτον δὲ τὸν ὠκεανόν φασι πολλοὺς μὲν εἰς τὴν γῆν ἀπερεύγεσθαι κόλπους, μεγίστους δὲ καὶ ἐπισημοτάτους τέσσαρας· τήν τε Ἑσπερίαν θάλασσαν τὴν καθ' ἡμᾶς ἐπὶ μὲν ἀνατολὴν ἀπὸ Γαδείρων ἀρχομένην καὶ τοῦ Ἰβηρικοῦ κόλπου μέχρι Παμφυλίας διήκουσαν, ἐπὶ δὲ βορρᾶν ἕως τοῦ Εὐξείνου πόντου καὶ τῆς Μαιώτιδος καὶ αὐτοῦ παρατείνοντος τοῦ Πόντου ἐπὶ μὲν δύσιν μέχρι Θρᾴκης καὶ τῶν ἐκβολῶν τοῦ Ἴστρου, ὃν οἱ ἐγχώριοι νῦν ὀνομάζουσι Δανοῦβιν, ἐπ' ἀνατολὴν δὲ μέχρι Φάσιδος καὶ τῶν πάλαι μὲν Κολχῶν νυνὶ δὲ Λαζῶν ὀνομαζομένων. ἑτέρους δὲ δύο νοτίους κόλπους