Ancient Greek
Page 169
Joannes Philoponus Phil., De opificio mundi 169
Not analysed yet
εἶναι τοῦ ὠκεανοῦ τόν τε Ἀράβιον καὶ τὸν Περσικόν, οἵτινες ἐκβάλλουσι μὲν ἀπὸ τῆς μεγίστης θαλάσσης τῆς Ἐρυθρᾶς· μέρος δὲ εἶναι τοῦ ὠκεανοῦ φασι ταύτην τὸ νότιον. τέταρτον ἐπὶ τούτοις βόρειον τὴν Κασπίαν τε καὶ Ὑρκανίαν ὀνομαζομένην θάλασσαν ἀντιπρόσωπον ἐπ' ἀνατολὴν τοῦ Εὐξείνου πόντου κειμένην. Ὅσοι δὲ τῶν γεωγράφων γεγόνασιν ἀκριβέστεροι, ὧν ἐστι καὶ Πτολεμαῖος καὶ Πάππος, κατὰ μόνον τὸ δυτικὸν τῆς γῆς μέρος τὸν ὠκεανόν φασι περιγράφεσθαι, ὃς καὶ Ἀτλαντικὸς ὀνομάζεται, μόνην δὲ τὴν Ἑσπερίαν θάλασσαν τὴν καθ' ἡμᾶς συνάπτειν αὐτῷ. ὑπώπτευσαν δέ τινες ἐξ ἀλόγου φήμης, ὅτι κατὰ τὸ νότιον ὁ ὠκεανὸς τῇ Ἐρυθρᾷ ἐπιμίγνυται· ἐξ ἐκείνου γὰρ πλέοντάς φασί τινας κατὰ περίστασιν εἰς τὴν Ἐρυθρὰν ἐκπεσεῖν· ὅπερ ἐστὶν ἐναργῶς ψεῦδος· ἤμελλεν γὰρ ἂν ὁ ὠκεανὸς διὰ πάσης τῆς Λιβύης καὶ δι' αὐτῆς φέρεσθαι τῆς κεκαυμένης ζώνης· ταύτην δὲ διελθεῖν πλέουσιν ἀνθρώποις διὰ τὴν ἐκπύρωσιν ἀδύνατον ἦν. ἀλλὰ καὶ τὸν Νεῖλον δι' αὐτῆς τῆς κεκαυμένης ἐκ τῶν ἐπέκεινα τόπων φερόμενον εἰς τὸν ὠκεανὸν ἐκχεῖσθαι πάντως ἦν ἀνάγκη· φασὶ γάρ τινες αὐτὸν ἐκ τῆς ἀντοικουμένης τὰς ἀρχὰς ἔχοντα φέρεσθαι πρὸς ἡμᾶς· διὸ καὶ ἐν θέρει μόνον τῶν ποταμῶν πλημμυρεῖν παρ' ἡμῖν ἐκεῖ χειμάζοντα καὶ τὸ ὕδωρ ἔχειν γλυκύτατον· τοιαῦτα γὰρ εἶναι τὰ προθερμαινόμενα τῶν ὑδάτων. εἰ δὲ μὴ ἐκ τῆς ἀντοικουμένης, ἀλλ' ἐκ τῶν μετὰ τὸν θερινὸν τροπικὸν τῆς Λιβύης μερῶν φέρεσθαι λέγοι τις αὐτόν, μάρτυρα